Thesauros Edebiyat miscellany ἐκ τῶν Αἰλιανοῦ ἀγροικικῶν ἐπιστολῶν

ἐκ τῶν Αἰλιανοῦ ἀγροικικῶν ἐπιστολῶν

ἐκ τῶν Αἰλιανοῦ ἀγροικικῶν ἐπιστολῶν Aelian 3rd cent
10 πέπυσμαί σου τὸν ὗν εἶναι λάγνην. τί οὖν αὐτὸν οὐ βίᾳ συλλαβὼν τομίαν εἰργάσω, ὥσπερ εἰώθαμεν τοὺς τράγους ἡμεῖς; τοῦτο γάρ τοι καὶ τὰ ζῷα ἀναπείθει ἡσυχίαν τε ἔχειν καὶ σωφρονεῖν εὖ μάλα. εἰμὶ δὲ ἐγὼ περὶ ταῦτα δήπου δεινός· ἀποφανῶ γὰρ παραχρῆμα ὁλόκληρον, σάξας ἁλῶν καὶ ἐπαλείψας πίτταν· εἶτα ὑγιεινότερος ἔσται Κρότωνος δήπου καὶ κολοκύντης, καὶ ἐρῶν παύσεται καὶ ἐπιτρίβων σοι τὴν οὐσίαν. ἐνόρχην δὲ ἀκόλαστον ὑγιαίνων τρέφοι τίς ἄν;

Λαμπρίας Τρύφῃ.

11 ἀγαθὰς διώκειν οἱ νεανίσκοι τρέφουσι κύνας, δρομικώτερον δὲ λαγὼν οὐδὲ ἀσαρκότερον οὐδεπώποτε ἐθεασάμην· θαῦμα γὰρ ὅπως καὶ κατέλαβον αὐτόν. ἐπεὶ γὰρ ἐδάρη καὶ τὸ δέρμα ἀπεδύσατο, φανερὸς τηνικαῦτα ἐγένετο, μᾶλλον δὲ ʽοὐ γὰρ ὀρθῶς λέγὠ ἀφανής ἐστι νῦν ἔτι πλέον. σὺ δέ, ὦ Τρύφη, κιχλίζουσα παῦσαι πρός με· ἐὰν γάρ σε, ὦ κακόδαιμον, ὁ πατὴρ ἴδῃ, λήψῃ τι πάντως κακόν. ἐγὼ δὲ αὐτὸν ὑποδέδοικα καίτοι παρόντα ὄντα· σὺ δὲ οὐκ οἶδα ὅπως διατέθρυψαι καὶ καταφρονεῖς αὐτοῦ.

Τρύφη Λαμπρία.

12 Προσπατταλεύσομεν, ὦ Λαμπρία, τοῦ λαγὼ τὴν δοράν, ἵνα σοι τῶν κυνηγεσίων ἄγαλμα ᾖ τοῦτο κατὰ τοὺς μεγάλους ἐκείνους δήπου θηρευτάς. ἔσται δὴ καὶ τὸ σὸν εὔθηρον ἀνάγραπτον. πότερον δὲ αὐτὸς ᾕρηκας ἢ δῶρον εἴληφας; πῶς δὲ καὶ ὤφθη τὴν ἀρχὴν διὰ σμικρότητα; εὔρινοι ἄρα ὄντως ἦσαν αἱ κύνες· οὐ γὰρ ἦν αὐτὸν ἰδεῖν, ἀλλʼ ᾔσθοντο αὐτοῦ. σὺ δὲ ἐξ οὗ θηρᾶν ἤρξω γέγονας ἡμῖν αὐτόχρημα Ἱππόλυτος. ὅρα δὴ τὴν Ἀφροδίτην μὴ καὶ σοὶ διὰ τὴν ὑπεροψίαν μηνίσῃ.

Καλλιππίδης Κνήμωνι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi