Thesauros Edebiyat miscellany ἐκ τῶν Αἰλιανοῦ ἀγροικικῶν ἐπιστολῶν

ἐκ τῶν Αἰλιανοῦ ἀγροικικῶν ἐπιστολῶν

ἐκ τῶν Αἰλιανοῦ ἀγροικικῶν ἐπιστολῶν Aelian 3rd cent
18 γεωργίαν καὶ γεωργεῖν ἀπολιπὼν ὁ γείτων Λάχης ἐπέβη νεὼς καὶ πλεῖ τὸν Αἰγαῖόν φασι, καὶ ἄλλα πελάγη μετρεῖ καὶ ἐπικυματίζει καὶ λάρου βίον ζῇ καὶ ἀνέμοις μάχεται διαφόροις· ἄκρα τε αὐτὸν ἐξ ἄκρας διαλαμβάνει, καὶ περιβλέπων ἁδρὸν κέρδος καὶ περινοῶν πλοῦτον ἀθρόον μακρὰ εἶπε χαίρειν αἰγιδίοις ἐκείνοις καὶ νομευτικῷ τῷ προτέρῳ βίῳ· γλισχρῶς τε καὶ κατʼ ὀλίγον ἐκ τῶν ἀγρῶν ἀποζῆν δυνάμενος οὐδὲ ἀρκούμενος τοῖς παροῦσιν Αἰγυπτίους καὶ Σύρους φαντάζεται καὶ περιβλέπει τὸ δεῖγμα, καὶ πολύς  ἐστι νὴ Δία τόκους ἐπὶ τόκοις λογιζόμενος καὶ χρήματα ἐπὶ χρήμασιν ἀριθμῶν, καὶ διαφλέγει τὴν διάνοιαν αὐτοῦ καὶ ἐκκάει κέρδος ἀμφοτερόπλουν. χειμῶνας δὲ οὐκ ἐννοεῖ οὐδὲ ἐναντία πνεύματα οὐδὲ τῆς θαλάττης τὸ ἀστάθμητον οὐδὲ τῶν ὡρῶν τὰς ἀκαιρίας. ἡμεῖς δὲ εἰ καὶ μικρὰ κερδαίνομεν μεγάλα πονοῦντες, ἀλλὰ πολὺ ἡ γῆ τῆς θαλάττης ἑδραιότερον, καὶ αὕτη πιστοτέρα βεβαιοτέρας ἔχει τὰς παρʼ ἑαυτῆς ἐλπίδας.

Μορμίας Χρέμητι.

19 ἐγὼ μὲν ἔθυον γάμους ὁ χρυσοῦς μάτην καὶ περιῄειν ἐστεφανωμένος οὐδὲν δέον, καὶ τούς τε ἔνδον καὶ τοὺς ἔξω θεοὺς ἐκολάκευον· ὁ δὲ παῖς κατήγαγε μὲν τὸ ζεῦγος ἐκ τῶν ἀγρῶν ὡς τὴν νύμφην ἐξ ἄστεος ἐς τὸ πατρῷον χωρίον ἐπανάξων· αὐλητρίδα δὲ λυσάμενος, ἧς ἔτυχεν ἐρῶν, νύμφης στολὴν αὐτῇ περιβαλὼν ἐπανήγαγέ μοι φάτταν ἀντὶ περιστερᾶς, φασίν, ἑταίραν ἀντὶ νύμφης. καὶ τὰ μὲν πρῶτα αἰδουμένη κορικῶς εὖ μάλα καὶ κατὰ τὸν τῶν γαμουμένων νόμον ὑπέκρυπτε τὴν τέχνην· μόλις δὲ ἀπερράγη ἡ σοφία τε αὐτῶν καὶ αἱ κατʼ ἐμοῦ μηχαναί. οὐ μὴν ἐς τὸ παντελές μου καταφρονήσουσιν ὥσπερ οὖν πλινθίνου, ἐπεί τοι τὸν μὲν καλὸν νυμφιον ἐς κόρακας ἀποκηρύξω, ἐὰν μὴ τῆς ὑπερβαλλούσης τρυφῆς παυσάμενος σὺν ἐμοὶ ταφρεύῃ καὶ βωλοκοπῇ· τὴν δὲ νύμφην ἀποδώσομαι κἀκείνην ἐπʼ ἐξαγωγῇ, ἐὰν μή τι καὶ αὐτὴ τῶν ἔργων τῇ Φρυγίᾳ τε καὶ τῇ Θρᾴττῃ συνεπιλαμβάνῃ.

Φαιδρίας Σθένωνι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi