Thesauros Edebiyat miscellany ἐκ τῶν Αἰλιανοῦ ἀγροικικῶν ἐπιστολῶν

ἐκ τῶν Αἰλιανοῦ ἀγροικικῶν ἐπιστολῶν

ἐκ τῶν Αἰλιανοῦ ἀγροικικῶν ἐπιστολῶν Aelian 3rd cent

Εὐθυκομίδης Βλεπαίῳ.

1 Διαψύχοντί μοι πρὸς τὴν εἵλην τοὺς βότρυς ἡ μανία προσελθοῦσα ἐθρύπτετο καὶ ὡραϊζομένη πολλοῖς ἔβαλλε τοῖς σκώμμασιν. ἐγὼ δὲ παλαιὸν δή τι ἐπιτεθυμμένος αὐτῆς διενοούμην τι δρᾶσαι θερμόν. ὡς οὖν ἄσμενος ἐλαβόμην, πλησιάσας τὰς μὲν ῥᾶγας εἴασα, ἐφερπύσας δὲ καὶ μάλα ἀσμένως τῆς ὥρας ἐτρύγησα. ταῦτά σοι πρὸς τοῦ Πανὸς μυστήρια τὰ μεγάλα ἔστω.

Κωμαρχίδης Δρωπαίῳ.

2 ἡμέρων ὁ μαλακὸς φελλεῖ ἐπέκοψε τὸ σκέλος πάνυ ἰσχυρῶς, καὶ θέρμη ἐπέλαβεν αὐτοῦ, καὶ βουβὼν ἐπήρθη. βουλοίμην δʼ ἂν αὐτὸν ἀναρρωσθῆναι ἤ μοι μεδίμνους ἰσχάδων ὑπάρξαι τέτταρας. τὴν οἶν τὴν τὰ μαλακὰ ἔρια, ἣν ἐπαινῶ πρὸς σέ, παρʼ ἐμοῦ πρόσειπε καὶ τὼ βοϊδίω καὶ τὴν κύνα, καὶ τὴν Μανίαν καὶ αὐτὴν χαίρειν κέλευε.

Εὐπειθίδης Τιμωνίδῃ.

3 ἀδικεῖ με ἡ παρὰ σοὶ Σηκύλη παραιρουμένη τῶν δραγμάτων καὶ παρακλέπτουσα. ἐὰν μὲν οὖν παύσηται, καλά σοι καὶ μενοῦμεν φίλοι· ἐὰν δὲ ἔχηται ἔργου, δικάσομαί σε βλάβης. καὶ γὰρ ἂν εἰκότως μοι στενάζειε τὰ τῶν προγόνων ἠρία, εἰ Εὐπειθίδης ὁ Κορυδαλλεὺς ἐμαυτὸν περιόψομαι προσελούμενον, καὶ ταῦτα ὑπʼ ἀνδραπόδου ἴσως δυοῖν μναῖν ἀξίου.

Ἀνθεμίων Δράκητι.

4 τί σοι καλὸν εἴργασται καὶ τί σοι πεπόνηται χρηστόν; ἐγὼ γὰρ ἀμπελίδος ὄρχον ἐλάσας, εἶτα μοσχίδια συκίδων παραφυτεύσας ἁπαλά, καὶ ἐν κύκλῳ περὶ τὸ αὔλιον κατέπηξα ἐλᾷδας. εἶτά μοι δεῖπνον καὶ πίσινον ἔτνος, καὶ τρεῖς ἁδρὰς ἐξεκάναξα κύλικας, καὶ ἄσμενος κατέδαρθον.

Βαίτων Ἀνθεμίωνι.

1 / 9 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi