Thesauros Edebiyat mythology Library

Library

Library Apollodorus

Kitap 2

6.1 μετὰ δὲ τοὺς ἄθλους Ἡρακλῆς ἀφικόμενος εἰς Θήβας Μεγάραν μὲν ἔδωκεν Ἰολάῳ, αὐτὸς δὲ γῆμαι θέλων ἐπυνθάνετο Εὔρυτον Οἰχαλίας δυνάστην ἆθλον προτεθεικέναι τὸν Ἰόλης τῆς θυγατρὸς γάμον τῷ νικήσαντι τοξικῇ αὐτόν τε καὶ τοὺς παῖδας αὐτῷ ὑπάρχοντας. ἀφικόμενος οὖν εἰς Οἰχαλίαν καὶ τῇ τοξικῇ κρείττων αὐτῶν γενόμενος οὐκ ἔτυχε τοῦ γάμου, Ἰφίτου μὲν τοῦ πρεσβυτέρου τῶν παίδων λέγοντος διδόναι τῷ Ἡρακλεῖ τὴν Ἰόλην, Εὐρύτου δὲ καὶ τῶν λοιπῶν ἀπαγορευόντων καὶ δεδοικέναι λεγόντων μὴ τεκνοποιησάμενος τὰ γεννηθησόμενα πάλιν ἀποκτείνῃ.
6.2 μετʼ οὐ πολὺ δὲ κλαπεισῶν ἐξ Εὐβοίας ὑπὸ Αὐτολύκου βοῶν, Εὔρυτος μὲν ἐνόμιζεν ὑφʼ Ἡρακλέους γεγονέναι τοῦτο, Ἴφιτος δὲ ἀπιστῶν ἀφικνεῖται πρὸς Ἡρακλέα, καὶ συντυχὼν ἥκοντι ἐκ Φερῶν αὐτῷ, σεσωκότι τὴν ἀποθανοῦσαν Ἄλκηστιν Ἀδμήτῳ, παρακαλεῖ συζητῆσαι τὰς βόας. Ἡρακλῆς δὲ ὑπισχνεῖται· καὶ ξενίζει μὲν αὐτόν, μανεὶς δὲ αὖθις ἀπὸ τῶν Τιρυνθίων ἔρριψεν αὐτὸν τειχῶν. καθαρθῆναι δὲ θέλων τὸν φόνον ἀφικνεῖται πρὸς Νηλέα· Πυλίων ἦν οὗτος δυνάστης. ἀπωσαμένου δὲ Νηλέως αὐτὸν διὰ τὴν πρὸς Εὔρυτον φιλίαν, εἰς Ἀμύκλας παραγενόμενος ὑπὸ Δηιφόβου τοῦ Ἱππολύτου καθαίρεται. κατασχεθεὶς δὲ δεινῇ νόσῳ διὰ τὸν Ἰφίτου φόνον, εἰς Δελφοὺς παραγενόμενος ἀπαλλαγὴν ἐπυνθάνετο τῆς νόσου. μὴ χρησμῳδούσης δὲ αὐτῷ τῆς Πυθίας τόν τε ναὸν συλᾶν ἤθελε, καὶ τὸν τρίποδα βαστάσας κατασκευάζειν μαντεῖον ἴδιον. μαχομένου δὲ αὐτῷ Ἀπόλλωνος, ὁ Ζεὺς ἵησι μέσον αὐτῶν κεραυνόν. καὶ τοῦτον διαλυθέντων τὸν τρόπον, λαμβάνει χρησμὸν Ἡρακλῆς, ὃς ἔλεγεν ἀπαλλαγὴν αὐτῷ τῆς νόσου ἔσεσθαι πραθέντι καὶ τρία ἔτη λατρεύσαντι καὶ δόντι ποινὴν τοῦ φόνου τὴν τιμὴν Εὐρύτῳ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi