Thesauros Edebiyat mythology Library

Library

Library Apollodorus

Kitap 3

12.7 καὶ Τελαμὼν μὲν εἰς Σαλαμῖνα παραγίνεται πρὸς Κυχρέα τὸν Ποσειδῶνος καὶ Σαλαμῖνος τῆς Ἀσωποῦ. κτείνας δὲ ὄφιν οὗτος ἀδικοῦντα τὴν νῆσον αὐτῆς ἐβασίλευε, καὶ τελευτῶν ἄπαις τὴν βασιλείαν παραδίδωσι Τελαμῶνι. ὁ δὲ γαμεῖ Περίβοιαν τὴν Ἀλκάθου τοῦ Πέλοπος· καὶ ποιησαμένου εὐχὰς Ἡρακλέους ἵνα αὐτῷ παῖς ἄρρην γένηται, φανέντος δὲ μετὰ τὰς εὐχὰς αἰετοῦ, τὸν γεννηθέντα ἐκάλεσεν Αἴαντα. καὶ στρατευσάμενος ἐπὶ Τροίαν σὺν Ἡρακλεῖ λαμβάνει γέρας Ἡσιόνην τὴν Λαομέδοντος θυγατέρα, ἐξ ἧς αὐτῷ γίνεται Τεῦκρος.
13.1 Πηλεὺς δὲ εἰς Φθίαν φυγὼν πρὸς Εὐρυτίωνα τὸν Ἄκτορος ὑπʼ αὐτοῦ καθαίρεται, καὶ λαμβάνει παρʼ αὐτοῦ τὴν θυγατέρα Ἀντιγόνην καὶ τῆς χώρας τὴν τρίτην μοῖραν. καὶ γίνεται θυγάτηρ αὐτῷ Πολυδώρα, ἣν ἔγημε Βῶρος ὁ Περιήρους.
13.2 ἐντεῦθεν ἐπὶ τὴν θήραν τοῦ Καλυδωνίου κάπρου μετʼ Εὐρυτίωνος ἐλθών, προέμενος ἐπὶ τὸν σῦν ἀκόντιον Εὐρυτίωνος τυγχάνει καὶ κτείνει τοῦτον ἄκων. πάλιν οὖν ἐκ Φθίας φυγὼν εἰς Ἰωλκὸν πρὸς Ἄκαστον ἀφικνεῖται καὶ ὑπʼ αὐτοῦ καθαίρεται.
13.3 ἀγωνίζεται δὲ καὶ τὸν ἐπὶ Πελίᾳἀγῶνα, πρὸς Ἀταλάντην διαπαλαίσας. καὶ Ἀστυδάμεια ἡ Ἀκάστου γυνή, Πηλέως ἐρασθεῖσα, περὶ συνουσίας προσέπεμψεν αὐτῷ λόγους. μὴ δυναμένη δὲ πεῖσαι, πρὸς τὴν γυναῖκα αὐτοῦ πέμψασα ἔφη μέλλειν Πηλέα γαμεῖν Στερόπην τὴν Ἀκάστου θυγατέρα· καὶ τοῦτο ἐκείνη ἀκούσασα ἀγχόνην ἀνάπτει. Πηλέως δὲ πρὸς Ἄκαστον καταψεύδεται, λέγουσα ὑπʼ αὐτοῦ περὶ συνουσίας πεπειρᾶσθαι. Ἄκαστοςδὲ ἀκούσας κτεῖναι μὲν ὃν ἐκάθηρεν οὐκ ἠβουλήθη, ἄγει δὲ αὐτὸν ἐπὶ θήραν εἰς τὸ Πήλιον. ἔνθα ἁμίλλης περὶ θήρας γενομένης, Πηλεὺς μὲν ὧν ἐχειροῦτο θηρίων τὰς γλώσσας τούτων ἐκτεμὼν εἰς πήραν ἐτίθει, οἱ δὲ μετὰ Ἀκάστου ταῦτα χειρούμενοι κατεγέλων ὡς μηδὲν τεθηρακότος τοῦ Πηλέως. ὁ δὲ τὰς γλώσσας παρασχόμενος ὅσας εἶχεν ἐκείνοις, τοσαῦτα ἔφη τεθηρευκέναι. ἀποκοιμηθέντος δὲ αὐτοῦ ἐν τῷ Πηλίῳ, ἀπολιπὼν Ἄκαστος καὶ τὴν μάχαιραν ἐν τῇ τῶν βοῶν κόπρῳ κρύψας ἐπανέρχεται. ὁ δὲ ἐξαναστὰς καὶ ζητῶν τὴν μάχαιραν, ὑπὸ τῶν Κενταύρων καταληφθεὶς ἔμελλεν ἀπόλλυσθαι, σώζεται δὲ ὑπὸ Χείρωνος· οὗτος καὶ τὴν μάχαιραν αὐτοῦ ἐκζητήσας δίδωσι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi