Thesauros Edebiyat mythology Epitome

Epitome

Epitome Apollodorus
4.6 ὡς δὲ εἶδεν Ἀχιλλεὺς τὴν Πρωτεσιλάου ναῦν καιομένην, ἐκπέμπει Πάτροκλον καθοπλίσας τοῖς ἰδίοις ὅπλοις μετὰ τῶν Μυρμιδόνων, δοὺς αὐτῷ τοὺς ἵππους. ἰδόντες δὲ αὐτὸν οἱ Τρῶες καὶ νομίσαντες Ἀχιλλέα εἶναι εἰς φυγὴν τρέπονται. καταδιώξας δὲ αὐτοὺς εἰς τὸ τεῖχος πολλοὺς ἀναιρεῖ, ἐν οἷς καὶ Σαρπηδόνα τὸν Διός, καὶ ὑφʼ Ἕκτορος ἀναιρεῖται, τρωθεὶς πρότερον ὑπὸ Εὐφόρβου.
4.7 μάχης δὲ ἰσχυρᾶς γενομένης περὶ τοῦ νεκροῦ, μόλις Αἴας ἀριστεύσας σώζει τὸ σῶμα. Ἀχιλλεὺς δὲ τὴν ὀργὴν ἀποθέμενος καὶ τὴν Βρισηίδα κομίζεται. καὶ πανοπλίας αὐτῷ κομισθείσης παρὰ Ἡφαίστου, καθοπλισάμενος ἐπὶ τὸν πόλεμον ἐξέρχεται, καὶ συνδιώκει τοὺς Τρῶας ἐπὶ τὸν Σκάμανδρον, κἀκεῖ πολλοὺς μὲν ἄλλους ἀναιρεῖ, κτείνει δὲ καὶ Ἀστεροπαῖον τὸν Πηλεγόνος τοῦ Ἀξιοῦ ποταμοῦ· καὶ αὐτῷ λάβρος ὁ ποταμὸς ἐφορμᾷ. καὶ τούτου μὲν ὁ Ἥφαιστος τὰ ῥεῖθρα ἀναξηραίνει πολλῇ φλογὶ διώξας, ὁ δʼ Ἀχιλλεὺς Ἕκτορα ἐκ μονομαχίας ἀναιρεῖ καὶ ἐξάψας αὐτοῦ τὰ σφυρὰ ἐκ τοῦ ἅρματος σύρων ἐπὶ τὰς ναῦς παραγίνεται. καὶ θάψας Πάτροκλον ἐπʼ αὐτῷ ἀγῶνα τίθησιν, ἐν ᾧ νικᾷ ἵπποις Διομήδης, Ἐπειὸς πυγμῇ, Αἴας καὶ Ὀδυσσεὺς πάλῃ. μετὰ δὲ τὸν ἀγῶνα παραγενόμενος Πρίαμος πρὸς Ἀχιλλέα λυτροῦται τὸ Ἕκτορος σῶμα καὶ θάπτει.
5.1 ὅτι Πενθεσίλεια, Ὀτρηρῆς καὶ Ἄρεος, ἀκουσίως Ἱππολύτην κτείνασα καὶ ὑπὸ Πριάμου καθαρθεῖσα, μάχης γενομένης πολλοὺς κτείνει, ἐν οἷς καὶ Μαχάονα· εἶθʼ ὕστερον θνήσκει ὑπὸ Ἀχιλλέως, ὅστις μετὰ θάνατον ἐρασθεὶς τῆς Ἀμαζόνος κτείνει Θερσίτην λοιδοροῦντα αὐτόν.
5.2 ἦν δὲ Ἱππολύτη ἡ τοῦ Ἱππολύτου μήτηρ, ἡ καὶ Γλαύκη καὶ Μελανίππη. αὕτη γάρ, ἐπιτελουμένων τῶν γάμων Φαίδρας, ἐπιστᾶσα σὺν ὅπλοις ἅμα ταῖς μεθʼ ἑαυτῆς Ἀμαζόσιν ἔλεγε κτείνειν τοὺς συνανακειμένους Θησεῖ. μάχης οὖν γενομένης ἀπέθανεν, εἴτε ὑπὸ τῆς συμμάχου Πενθεσιλείας ἀκούσης, εἴτε ὑπὸ Θησέως, εἴτε ὅτι οἱ περὶ Θησέα, τὴν τῶν Ἀμαζόνων ἑωρακότες ἐπιστασίαν, κλείσαντες διὰ τάχους τὰς θύρας καὶ ταύτην ἀπολαβόντες ἐντὸς ἀπέκτειναν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi