6.11
ταῦτα πρότερον κατασκευάσας ὁ Ναύπλιος, ὕστερον μαθὼν τὴν εἰς τὰς πατρίδας τῶν Ἑλλήνων ἐπάνοδον, τὸν εἰς τὸν Καφηρέα, νῦν δὲ Ξυλοφάγον λεγόμενον, ἀνῆψε φρυκτόν· ἔνθα προσπελάσαντες Ἕλληνες ἐν τῷ δοκεῖν λιμένα εἶναι διεφθάρησαν.
6.12
Νεοπτόλεμος δὲ μείνας ἐν Τενέδῳ δύο ἡμέρας ὑποθήκαις τῆς Θέτιδος εἰς Μολοσσοὺς πεζῇ ἀπῄει μετὰ Ἑλένου, καὶ παρὰ τὴν ὁδὸν ἀποθανόντα Φοίνικα θάπτει, καὶ νικήσας μάχῃ Μολοσσοὺς βασιλεύει, καὶ ἐξ Ἀνδρομάχης γεννᾷ Μολοσσόν.
6.13
Ἕλενος δὲ κτίσας ἐν τῇ Μολοσσίᾳ πόλιν κατοικεῖ, καὶ δίδωσιν αὐτῷ Νεοπτόλεμος εἰς γυναῖκα τὴν μητέρα Δηιδάμειαν. Πηλέως δὲ ἐκ Φθίας ἐκβληθέντος ὑπὸ τῶν Ἀκάστου παίδων καὶ ἀποθανόντος, Νεοπτόλεμος τὴν βασιλείαν τοῦ πατρὸς παρέλαβε.
6.14
καὶ μανέντος Ὀρέστου ἁρπάζει τὴν ἐκείνου γυναῖκα Ἑρμιόνην κατηγγυημένην αὐτῷ πρότερον ἐν Τροίᾳ, καὶ διὰ τοῦτο ἐν Δελφοῖς ὑπὸ Ὀρέστου κτείνεται. ἔνιοι δὲ αὐτόν φασι παραγενόμενον εἰς Δελφοὺς ἀπαιτεῖν ὑπὲρ τοῦ πατρὸς τὸν Ἀπόλλωνα δίκας καὶ συλᾶν τὰ ἀναθήματα καὶ τὸν νεὼν ἐμπιμπράναι, καὶ διὰ τοῦτο ὑπὸ Μαχαιρέως τοῦ Φωκέως ἀναιρεθῆναι.
6.15
ὅτι πλανηθέντες Ἕλληνες ἄλλοι ἀλλαχοῦ κατάραντες κατοικοῦσιν, οἱ μὲν εἰς Λιβύην, οἱ δὲ εἰς Ἰταλίαν, εἰς Σικελίαν ἕτεροι, τινὲς δὲ πρὸς τὰς πλησίον Ἰβηρίας νήσους, ἄλλοι παρὰ τὸν Σαγγάριον ποταμόν· εἰσὶ δὲ οἳ καὶ Κύπρον ᾤκησαν.τῶν δὲ ναυαγησάντων περὶ τὸν Καφηρέα ἄλλος ἀλλαχῆ φέρεται, Γουνεὺς μὲν εἰς Λιβύην, Ἄντιφος δὲ ὁ Θεσσαλοῦ εἰς Πελασγοὺς καὶ τὴν χώραν κατασχὼν Θεσσαλίαν ἐκάλεσεν, ὁ δὲ Φιλοκτήτης πρὸς Ἰταλίαν εἰς Καμπανούς, Φείδιππος μετὰ τῶν Κῴων ἐν Ἄνδρῳ κατῴκησεν, Ἀγαπήνωρ ἐν Κύπρῳ, καὶ ἄλλος ἀλλαχοῦ.
6.15a
Ἀπολλόδωρος δὲ καὶ οἱ λοιποὶ οὕτω φασί· Γουνεὺς εἰς Λιβύην λιπὼν τὰς ἑαυτοῦ ναῦς ἐλθὼν ἐπὶ Κίνυφα ποταμὸν κατοικεῖ. Μέγης δὲ καὶ Πρόθοος ἐν Εὐβοίᾳ περὶ τὸν Καφηρέα σὺν πολλοῖς ἑτέροις διαφθείρεται τοῦ δὲ Προθόου περὶ τὸν Καφηρέα ναυαγήσαντος, οἱ σὺν αὐτῷ Μάγνητες εἰς Κρήτην ῥιφέντες ᾤκησαν. τζετζες, σξηολια ον λψξοπηρον, 902