Thesauros Edebiyat mythology Epitome

Epitome

Epitome Apollodorus
2.9 παραγενόμενος δὲ Πέλοψ ἐπʼ ὠκεανὸν καὶ ἁγνισθεὶς ὑπὸ Ἡφαίστου, ἐπανελθὼν εἰς Πῖσαν τῆς Ἤλιδος τὴν Οἰνομάου βασιλείαν λαμβάνει, χειρωσάμενος τὴν πρότερον Ἀπίαν καὶ Πελασγιῶτιν λεγομένην, ἣν ἀφʼ ἑαυτοῦ Πελοπόννησον ἐκάλεσεν.
2.10 ὅτι υἱοὶ Πέλοπος Πιτθεὺς Ἀτρεὺς Θυέστης καὶ ἕτεροι· γυνὴ δὲ Ἀτρέως Ἀερόπη τοῦ Κατρέως, ἥτις ἤρα Θυέστου. ὁ δὲ Ἀτρεὺς εὐξάμενός ποτε τῶν αὑτοῦ ποιμνίων, ὅπερ ἂν κάλλιστον γένηται, τοῦτο θῦσαι Ἀρτέμιδι, λέγουσιν ἀρνὸς φανείσης χρυσῆς ὅτι κατημέλησε τῆς εὐχῆς·
2.11 πνίξας δὲ αὐτὴν εἰς λάρνακα κατέθετο κἀκεῖ ἐφύλασσε ταύτην· ἣν Ἀερόπη δίδωσι τῷ Θυέστῃ μοιχευθεῖσα ὑπʼ αὐτοῦ. χρησμοῦ γὰρ γεγονότος τοῖς Μυκηναίοις ἑλέσθαι βασιλέα Πελοπίδην, μετεπέμψαντο Ἀτρέα καὶ Θυέστην. λόγου δὲ γενομένου περὶ τῆς βασιλείας ἐξεῖπε Θυέστης τῷ πλήθει τὴν βασιλείαν δεῖν ἔχειν τὸν ἔχοντα τὴν ἄρνα τὴν χρυσῆν· συνθεμένου δὲ τοῦ Ἀτρέως δείξας ἐβασίλευσε.
2.12 Ζεὺς δὲ Ἑρμῆν πέμπει πρὸς Ἀτρέα καὶ λέγει συνθέσθαι πρὸς Θυέστην περὶ τοῦ βασιλεῦσαι Ἀτρέα, εἰ τὴν ἐναντίαν ὁδεύσει ὁ Ἥλιος· Θυέστου δὲ συνθεμένου τὴν δύσιν εἰς ἀνατολὰς ὁ Ἥλιος ἐποιήσατο· ὅθεν ἐκμαρτυρήσαντος τοῦ δαίμονος τὴν Θυέστου πλεονεξίαν, τὴν βασιλείαν Ἀτρεὺς παρέλαβε καὶ Θυέστην ἐφυγάδευσεν.
2.13 αἰσθόμενος δὲ τῆς μοιχείας ὕστερον κήρυκα πέμψας ἐπὶ διαλλαγὰς αὐτὸν ἐκάλει· καὶ ψευσάμενος εἶναι φίλος, παραγενομένου τοὺς παῖδας, οὓς εἶχεν ἐκ νηίδος νύμφης, Ἀγλαὸν καὶ Καλλιλέοντα καὶ Ὀρχομενόν, ἐπὶ τὸν Διὸς βωμὸν καθεσθέντας ἱκέτας ἔσφαξε, καὶ μελίσας καὶ καθεψήσας παρατίθησι Θυέστῃ χωρὶς τῶν ἄκρων, ἐμφορηθέντι δὲ δείκνυσι τὰ ἄκρα καὶ τῆς χώρας αὐτὸν ἐκβάλλει.
2.14 Θυέστης δὲ κατὰ πάντα τρόπον ζητῶν Ἀτρέα μετελθεῖν ἐχρηστηριάζετο περὶ τούτου καὶ λαμβάνει χρησμόν, ὡς εἰ παῖδα γεννήσει τῇ θυγατρὶ συνελθών. ποιεῖ οὖν οὕτω καὶ γεννᾷ ἐκ τῆς θυγατρὸς Αἴγισθον, ὃς ἀνδρωθεὶς καὶ μαθών, ὅτι Θυέστου παῖς ἐστι, κτείνας Ἀτρέα Θυέστῃ τὴν βασιλείαν ἀποκατέστησεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi