Kitap 1
19.1
Ταῦτα ἅμα λέγων ἐνέβλεπον τῇ κόρῃ πῶς ἔχει πρὸς τὴν ἀκρόασιν τὴν ἐρωτικήν· ἡ δὲ ὑπεσήμαινεν οὐκ ἀηδῶς ἀκούειν. Τὸ δὲ κάλλος ἀστράπτον τοῦ ταῶ ἧττον ἐδόκει μοι τοῦ τῆς Λευκίππης εἶναι προσώπου. Τὸ γὰρ τοῦ σώματος κάλλος αὐτῆς πρὸς τὰ τοῦ λειμῶνος ἤριζεν ἄνθη· ναρκίσσου μὲν τὸ πρόσωπον ἔστιλβε χρόαν, ῥόδον δὲ ἀνέτελλεν ἐκ τῆς παρειᾶς, ἴον δὲ ἡ τῶν ὀφθαλμῶν ἐμάρμαιρεν αὐγή, αἱ δὲ κόμαι βοστρυχούμεναι μᾶλλον εἱλίττοντο κιττοῦ.
19.2
Τοιοῦτος ἦν Λευκίππης ἐπὶ τῶν προσώπων ὁ λειμών. Ἡ μὲν οὖν μετὰ μικρὸν ἀπιοῦσα ᾤχετο· τῆς γὰρ κιθάρας αὐτὴν ὁ καιρὸς ἐκάλει· ἐμοὶ δὲ ἐδόκει παρεῖναι, ἀπελθοῦσα γὰρ τὴν μορφὴν ἐπαφῆκέ μου τοῖς ὀφθαλμοῖς.
19.3
Ἑαυτοὺς οὖν ἐπῃνοῦμεν ἐγώ τε καὶ ὁ Σάτυρος· ἐγὼ μὲν ἐμαυτὸν τῆς μυθολογίας, ὁ δὲ ὅτι μοι τὰς ἀφορμὰς παρέσχεν.