Kitap 2
20.1
Ἦν δέ τις αὐτῶν οἰκέτης πολυπράγμων καὶ λάλος καὶ λίχνος καὶ πᾶν ὅ τι ἂν εἴποι τις, ὄνομα Κώνωψ. Οὗτός μοι ἐδόκει πόρρωθεν ἐπιτηρεῖν τὰ πραττόμενα ἡμῖν· μάλιστα δ᾽, ὅπερ ἦν, ὑποπτεύσας μή τι νύκτωρ ἡμῖν πραχθῇ, διενυκτέρευε μέχρι πόρρω τῆς ἑσπέρας, ἀναπετάσας τοῦ δωματίου τὰς θύρας,
20.2
ὥστε ἔργον ἦν αὐτὸν λαθεῖν. Ὁ οὖν Σάτυρος βουλόμενος αὐτὸν εἰς φιλίαν ἀγαγεῖν, προσέπαιζε πολλάκις καὶ κώνωπα ἐκάλει καὶ ἔσκωπτε τοὔνομα σὺν γέλωτι. Καὶ οὗτος εἰδὼς τοῦ Σατύρου τὴν τέχνην προσεποιεῖτο μὲν ἀντιπαίζειν καὶ αὐτός, ἐνετίθει δὲ τῇ παιδιᾷ τῆς γνώμης τὸ ἄσπονδον.
20.3
Λέγει δὴ πρὸς αὐτὸν “ἐπειδὴ καταμωκᾷ μου καὶ τοὔνομα, φέρε σοι μῦθον ἀπὸ κώνωπος εἴπω.”
21.1
“ὁ λέων κατεμέμφετο τὸν Προμηθέα πολλάκις ὅτι μέγαν μὲν αὐτὸν ἔπλασε καὶ καλὸν καὶ τὴν μὲν γένυν ὥπλισε τοῖς ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε τοῖς ὄνυξιν, ἐποίησέ τε τῶν ἄλλων θηρίων δυνατώτερον. “Ὁ δὲ τοιοῦτοσ” ἔφασκε “τὸν ἀλεκτρυόνα φοβοῦμαι.”
21.2
Καὶ ὁ Προμηθεὺς ἐπιστὰς ἔφη “τί με μάτην αἰτιᾷ; τὰ μὲν γὰρ ἐμὰ πάντα ἔχεις, ὅσα πλάττειν ἠδυνάμην, ἡ δὲ σὴ ψυχὴ πρὸς τοῦτο μόνον μαλακίζεται.” Ἔκλαεν οὖν ἑαυτὸν ὁ λέων καὶ τῆς δειλίας κατεμέμφετο καὶ τέλος ἀποθανεῖν ἤθελεν.
21.3
Οὕτω δὲ γνώμης ἔχων ἐλέφαντι περιτυγχάνει καὶ προσαγορεύσας εἱστήκει διαλεγόμενος. Καὶ ὁρῶν διὰ παντὸς τὰ ὦτα κινοῦντα “τί πάσχεις;” ἔφη, “καὶ τί
21.4
δήποτε οὐδὲ μικρὸν ἀτρεμεῖ σου τὸ οὖς;” Καὶ ὁ ἐλέφας κατὰ τύχην παραπτάντος αὐτὸν κώνωπος “ὁρᾷσ” ἔφη “τουτὶ τὸ βραχὺ τὸ βομβοῦν; ἢν εἰσδύῃ με τῇ τῆς ἀκοῆς ὁδῷ, τέθνηκα.” Καὶ ὁ λέων “τί οὖν” ἔφη “ἔτι ἀποθνήσκειν με δεῖ τοσοῦτον ὄντα καὶ ἐλέφαντος εὐτυχέστερον, ὅσον κρείττων κώνωπος ἀλεκτρυών;” Ὁρᾷς ὅσον ἰσχύος ὁ κώνωψ ἔχει, ὡς καὶ ἐλέφαντα φοβεῖν.”
21.5
συνεὶς οὖν ὁ Σάτυρος τὸ ὕπουλον αὐτοῦ τῶν λόγων, ἠρέμα μειδιῶν “ἄκουσον κἀμοῦ τινα λόγον” εἶπεν “ἀπὸ κώνωπος καὶ λέοντος, ὃν ἀκήκοά τινος τῶν φιλοσόφων· χαρίζομαι δέ σοι τοῦ μύθου τὸν ἐλέφαντα.”
22.1
“λέγει τοίνυν κώνωψ ἀλαζών ποτε πρὸς τὸν λέοντα “εἶτα κἀμοῦ βασιλεύειν νομίζεις ὡς τῶν ἄλλων θηρίων; ἀλλ’ οὔτ’ ἐμοῦ καλλίων οὔτε ἀλκιμώτερος ἔφυς οὔτε μείζων. Ἐπεὶ τίς σοι πρῶτόν ἐστιν ἀλκή;