Kitap 2
2.5
οὐ γάρ ἐστιν ἐκεῖνο τὸ χαμαὶ ῥέον. Τὸ μὲν γὰρ εἰς τὰ στέρνα καταβαίνει καὶ λεπτὴν ἔχει τὴν ἡδονήν· τοῦτο δὲ καὶ πρὸ τοῦ στόματος τὰς ῥῖνας εὐφραίνει καὶ θιγόντι μὲν ψυχρόν ἐστιν, εἰς τὴν γαστέρα δὲ καταθορὸν ἀνάπτει κάτωθεν πῦρ ἡδονῆς.” Καὶ ὁ Διόνυσος ἔφη “τοῦτό ἐστιν ὀπώρας ὕδωρ.” Ἄγει πρὸς τὴν ἄμπελον ὁ θεὸς τὸν βουκόλον,
2.6
καὶ τῶν βοτρύων λαβὼν ἅμα καὶ θλίβων καὶ δεικνὺς τὴν ἄμπελον “τοῦτο μέν ἐστιν” ἔφη “τὸ ὕδωρ, τοῦτο δὲ ἡ πηγή.” Ὁ μὲν οὖν οἶνος οὕτως ἐς ἀνθρώπους παρῆλθεν, ὡς ὁ Τυρίων λόγος, ἑορτὴν δὲ ἄγουσιν ἐκείνην τὴν ἡμέραν ἐκείνῳ τῷ θεῷ.
3.1
Φιλοτιμούμενος οὖν ὁ πατὴρ τά τ’ ἄλλα παρασκευάσας ἐς τὸ δεῖπνον ἔτυχε πολυτελέστατα καὶ κρατῆρα παρέθηκε τὸν ἱερὸν τοῦ θεοῦ, μετὰ τὸν Γλαύκου τοῦ Χίου δεύτερον.
3.2
Ὑάλου μὲν τὸ πᾶν ἔργον ὀρωρυγμένης· κύκλῳ δὲ αὐτὸν ἄμπελοι περιέστεφον ἀπ’ αὐτοῦ τοῦ κρατῆρος πεφυτευμέναι· οἱ δὲ βότρυες πάντη περικρεμάμενοι· ὄμφαξ μὲν αὐτῶν ἕκαστος ὅσον ἦν κενὸς ὁ κρατήρ· ἐὰν δὲ ἐγχέῃς οἶνον, κατὰ μικρὸν ὁ βότρυς ὑποπερκάζεται καὶ σταφυλὴν τὴν ὄμφακα ποιεῖ· Διόνυσός τε ἐντετύπωται τῶν βοτρύων, ἵνα τὴν ἄμπελον γεωργῇ.
3.3
Τοῦ δὲ πότου προϊόντος ἤδη καὶ ἀναισχύντως ἐς αὐτὴν ἑώρων. Ἔρως δὲ καὶ Διόνυσος, δύο βίαιοι θεοί, ψυχὴν κατασχόντες, ἐκμαίνουσιν εἰς ἀναισχυντίαν, ὁ μὲν κάων αὐτὴν τῷ συνήθει πυρί, ὁ δὲ τὸν οἶνον ὑπέκκαυμα φέρων· οἶνος γὰρ ἔρωτος τροφή. Ἤδη δὲ καὶ αὐτὴ περιεργότερον εἰς ἐμὲ βλέπειν ἐθρασύνετο. Καὶ ταῦτα μὲν ἡμῖν ἡμερῶν ἐπράττετο δέκα· καὶ πλέον τῶν ὀμμάτων ἐκερδαίνομεν ἢ ἐτολμῶμεν οὐδέν.
4.1
Κοινοῦμαι δὴ τῷ Σατύρῳ τὸ πᾶν καὶ συμπράττειν ἠξίουν· ὁ δὲ ἔλεγε καὶ αὐτὸς μὲν ἐγνωκέναι, πρὶν παρ’ ἐμοῦ μαθεῖν, ὀκνεῖν δὲ ἐλέγχειν βουλόμενον λαθεῖν. Ὁ γὰρ μετὰ κλοπῆς ἐρῶν ἂν ἐλεγχθῇ πρός τινος, ὡς ὀνειδίζοντα τὸν ἐλέγξαντα μισεῖ.
4.2
“Ἤδη δὲ” ἔφη “καὶ τὸ αὐτόματον ἡμῶν προὐνόησεν. Ἡ γὰρ τὸν θάλαμον αὐτῆς πεπιστευμένη Κλειὼ κεκοινώνηκέ μοι καὶ ἔχει πρός με ὡς ἐραστήν. Ταύτην παρασκευάσω κατὰ μικρὸν πρὸς ἡμᾶς οὕτως ἔχειν,