Kitap 2
35.3
Οὐκ οἶδα γὰρ πῶς ἐπιχωριάζει νῦν ὁ εἰς τοὺς ἄρρενας ἔρως.” ʽΟὐ γὰρ πολὺ ἄμεινον’ ὁ Μενέλαος ἔφη “τοῦτο ἐκείνου; καὶ γὰρ ἁπλούστεροι παῖδες γυναικῶν, καὶ τὸ κάλλος αὐτοῖς δριμύτερον εἰς ἡδονήν.”
35.4
“Πῶς δριμύτερον” ἔφην “εἴγε παρακῦψαν μόνον οἴχεται καὶ οὐκ ἀπολαῦσαι δίδωσι τῷ φιλοῦντι, ἀλλ̓ ἔοικε τῷ τοῦ Ταντάλου πώματι;
35.5
πολλάκις γὰρ ἐν ᾧ πίνεται πέφευγε, καὶ ἀπῆλθεν ὁ ἐραστὴς οὐχ εὑρὼν πιεῖν· τὸ δὲ ἔτι πινόμενον ἁρπάζεται πρὶν ἂν ὁ πίνων κορεσθῇ, καὶ οὐκ ἔστιν ἀπὸ παιδὸς ἀπελθεῖν ἐραστὴν ἄλυπον ἔχοντα τὴν ἡδονήν· καταλείπει γὰρ ἔτι διψῶντα.”
36.1
Καὶ ὁ Μενέλαος “ἀγνοεῖς, ὦ Κλειτοφῶν” ἔφη “τὸ κεφάλαιον τῆς ἡδονῆς. Ποθεινὸν γὰρ ἀεὶ τὸ ἀκόρεστον. Τὸ μὲν γὰρ εἰς χρῆσιν χρονιώτερον τῷ κόρῳ μαραίνει τὸ τερπνόν, τὸ δὲ ἁρπαζόμενον καινόν ἐστιν ἀεὶ καὶ μᾶλλον ἀνθεῖ· οὐ γὰρ γεγηρακυῖαν ἔχει τὴν ἡδονήν, καὶ ὅσον ἐλαττοῦται τῷ χρόνῳ,
36.2
τοσοῦτον εἰς μέγεθος ἐκτείνεται πόθῳ. Καὶ τὸ ῥόδον διὰ τοῦτο τῶν ἄλλων εὐμορφότερόν ἐστι φυτῶν, ὅτι τὸ κάλλος αὐτοῦ φεύγει ταχύ. Δύο γὰρ ἐγὼ νομίζω κατ’ ἀνθρώπους κάλλη πλανᾶσθαι, τὸ μὲν οὐράνιον, τὸ δὲ πάνδημον.
36.3
Ἀλλὰ τὸ μὲν οὐράνιον ἄχθεται θνητῷ σκήνει δεδεμένον καὶ ζητεῖ πρὸς οὐρανὸν ταχὺ φεύγειν· τὸ δὲ πάνδημον ἔρριπται κάτω καὶ ἐγχρονίζει περὶ τοῖς σώμασιν. Εἰ δὲ καὶ ποιητὴν δεῖ λαβεῖν μάρτυρα τῆς οὐρανίας τοῦ κάλλους ἀνόδου, ἄκουσον Ὁμήρου λέγοντος τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν κάλλεος εἵνεκα οἷο, ἵν’ ἀθανάτοισι μετείη.
36.4
Οὐδεμία δὲ ἀνέβη ποτὲ εἰς οὐρανὸν διὰ κάλλος γυνή. Καὶ γὰρ γυναιξὶ κεκοινώνηκεν ὁ Ζεύς. Ἀλλ’ Ἀλκμήνην μὲν ἔχει πένθος καὶ φυγή, Δανάην δὲ λάρναξ καὶ θάλασσα, Σεμέλη δὲ πυρὸς γέγονε τροφή· ἂν δὲ μειρακίου Φρυγὸς ἐρασθῇ, τὸν οὐρανὸν αὐτῷ δίδωσιν, ἵνα καὶ συνοικῇ καὶ οἰνοχόον ἔχῃ τοῦ νέκταρος· ἡ δὲ πρότερον διάκονος τῆς τιμῆς ἐξέωσται· ἦν γάρ, οἶμαι, γυνή.”
37.1
Ὑπολαβὼν οὖν ἐγὼ “καὶ μὴν οὐράνιον” ἔφην “ἔοικε μᾶλλον εἶναι τὸ τῶν γυναικῶν κάλλος, ὅσον μὴ ταχὺ φθείρεται. Ἐγγὺς γὰρ τοῦ θείου τὸ ἄφθαρτον, τὸ δὲ κινούμενον ἐν φθορᾷ θνητὴν φύσιν μιμούμενον οὐκ οὐράνιόν ἐστιν ἀλλὰ πάνδημον.