Kitap 2
4.3
ὡς καὶ συναίρεσθαι πρὸς τὸ ἔργον. Δεῖ δέ σε τὴν κόρην μὴ μέχρι τῶν ὀμμάτων μόνον πειρᾶν, ἀλλὰ καὶ ῥῆμα δριμύτερον εἰπεῖν. Τότε δὲ πρόσαγε τὴν δευτέραν μηχανήν.
4.4
Θίγε χειρός, θλῖψον δάκτυλον, θλίβων στέναξον. Ἢν δὲ ταῦτά σου ποιοῦντος καρτερῇ καὶ προσίηται, σὸν ἔργον ἤδη δέσποινάν τε καλεῖν καὶ φιλῆσαι τράχηλον.” “Πιθανῶς μὲν” ἔφην “νὴ τὴν Ἀθηνᾶν, ἐς τὸ ἔργον παιδοτριβεῖς· δέδοικα δὲ μὴ ἄτολμος καὶ δειλὸς ἔρωτος ἀθλητὴς γένωμαι.”
4.5
“Ἔρως, ὦ γενναῖε” ἔφη “δειλίας οὐκ ἀνέχεται. Ὁρᾷς αὐτοῦ τὸ σχῆμα ὥς ἐστι στρατιωτικόν; τόξα καὶ φαρέτρα καὶ βέλη καὶ πῦρ, ἀνδρεῖα πάντα καὶ τόλμης γέμοντα. Τοιοῦτον οὖν ἐν σεαυτῷ θεὸν ἔχων δειλὸς εἶ καὶ φοβῇ;
4.6
Ὅρα μὴ καταψεύσῃ τοῦ θεοῦ. Ἀρχὴν δέ σοι ἐγὼ παρέξω. Τὴν Κλειὼ γὰρ ἀπάξω μάλιστα ὅταν ἐπιτήδειον ἴδω καιρὸν τοῦ σε τῇ παρθένῳ δύνασθαι συνεῖναι μόνῃ.”
5.1
Ταῦτα εἰπὼν ἐχώρησεν ἔξω τῶν θυρῶν· ἐγὼ δὲ κατ’ ἐμαυτὸν γενόμενος καὶ ὑπὸ τοῦ Σατύρου παροξυνθείς, ἤσκουν ἐμαυτὸν εἰς εὐτολμίαν πρὸς τὴν παρθένον. “Μέχρι τίνος, ἄνανδρε, σιγᾷς; τί δὲ δειλὸς εἶ στρατιώτης ἀνδρείου θεοῦ; τὴν κόρην προσελθεῖν σοὶ περιμένεις;” Εἶτα προσετίθην “τί γάρ,
5.2
ὦ κακόδαιμον, οὐ σωφρονεῖς; τί δὲ οὐκ ἐρᾷς ὧν σε δεῖ; παρθένον ἔνδον ἔχεις ἄλλην καλήν· ταύτης ἔρα, ταύτην βλέπε, ταύτην ἔξεστί σοι γαμεῖν.” Ἐδόκουν πεπεῖσθαι· κάτωθεν δὲ ὥσπερ ἐκ τῆς καρδίας ὁ ἔρως ἀντεφθέγγετο “ναί, τολμηρέ, κατ’ ἐμοῦ στρατεύῃ καὶ ἀντιπαρατάττῃ; ἵπταμαι καὶ τοξεύω καὶ φλέγω· πῶς δυνήσῃ με φυγεῖν; Ἂν ψυλάξῃ μου τὸ τόξον, οὐκ ἔχεις φυλάξασθαι τὸ πῦρ· ἂν δὲ κατασβέσῃς σωφροσύνῃ τὴν φλόγα, αὐτῷ σε καταλήψομαι τῷ πτερῷ.”
6.1
Ταῦτα διαλεγόμενος ἔλαθον ἐπιστὰς ἀπροοράτως τῇ κόρῃ καὶ ὠχρίασα ἰδὼν ἐξαίφνης, εἶτ’ ἐφοινίχθην· μόνη δ’ ἦν καὶ οὐδὲ ἡ Κλειὼ συμπαρῆν· ὅμως δ᾽ οὖν, ὡς ἂν τεθορυβημένος οὐκ ἔχων τί εἴπω “χαῖρε”
6.2
ἔφην “δέσποινα.” Ἡ δὲ μειδιάσασα γλυκὺ καὶ ἐμφανίσασα διὰ τοῦ γέλωτος ὅτι συνῆκε πῶς εἶπον τὸ “χαῖρε δέσποινα,” εἶπεν “ἐγὼ σή; μὴ τοῦτ’ εἴπῃς.” “Καὶ μὴν πέπρακέ μέ τίς σοι θεῶν, ὥσπερ καὶ τὸν Ἡρακλέα τῇ Ὀμφάλῃ.” “Τὸν Ἑρμῆν λέγεις;