Thesauros Edebiyat novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 2

8.1 κἀν τούτῳ πόρρωθεν ἰδόντες προσιοῦσαν τὴν θεράπαιναν διελύθημεν, ἐγὼ μὲν ἄκων καὶ λυπούμενος, ἡ δ’ οὐκ οἶδ’ ὅπως. Ῥᾴων οὖν ἐγεγόνειν καὶ μεστὸς ἐλπίδων, ᾐσθόμην δὲ ἐπικαθημένου μοι τοῦ φιλήματος ὥσπερ σώματος, καὶ ἐφύλαττον ἀκριβῶς ὡς θησαυρὸν τὸ φίλημα τηρῶν ἡδονῆς, ὃ πρῶτόν ἐστιν ἐραστῇ γλυκύ.
8.2 Καὶ γὰρ ἀπὸ τοῦ καλλίστου τῶν τοῦ σώματος ὀργάνων τίκτεται· στόμα γὰρ φωνῆς ὄργανον· φωνὴ δὲ ψυχῆς σκιά. Αἱ γὰρ τῶν στομάτων συμβολαὶ κιρνάμεναι καταπέμπουσι κατὰ τῶν στέρνων τὴν ἡδονὴν καὶ ἕλκουσι τὰς ψυχὰς πρὸς τὰ φιλήματα.
8.3 Οὐκ οἶδα δὲ οὕτω πρότερον ἡσθεὶς ἐκ τῆς καρδίας· καὶ τότε πρῶτον ἔμαθον ὅτι μηδὲν ἐρίζει πρὸς ἡδονὴν φιλήματι ἐρωτικῷ.
9.1 Ἐπειδὴ δὲ τοῦ δείπνου καιρὸς ἦν, πάλιν ὁμοίως συνεπίνομεν· ᾠνοχόει δὲ ὁ Σάτυρος ἡμῖν καί τι ποιεῖ ἐρωτικόν. Διαλλάσσει τὰ ἐκπώματα καὶ τὸ μὲν ἐμὸν τῇ κόρῃ προστίθησι, τὸ δὲ ἐκείνης ἐμοὶ καὶ ἐγχέων ἀμφοτέροις καὶ ἐγκερασάμενος ὤρεγεν.
9.2 Ἐγὼ δὲ ἐπιτηρήσας τὸ μέρος τοῦ ἐκπώματος, ἔνθα τὸ χεῖλος ἡ κόρη πίνουσα προσέθηκεν, ἐναρμοσάμενος ἔπινον, ἐπιστολιμαῖον τοῦτο φίλημα ποιῶν, καὶ ἅμα κατεφίλουν τὸ ἔκπωμα.
9.3 Ὡς δὲ εἶδεν ἡ παρθένος, συνῆκεν ὅτι τοῦ χείλους αὐτῆς καταφιλῶ καὶ τὴν σκιάν. Ἀλλ’ ὅγε Σάτυρος συμφρονήσας πάλιν τὰ ἐκπώματα διήλλαξεν ἡμῖν. Τότε δὴ καὶ τὴν κόρην εἶδον τὰ ἐμὰ μιμουμένην καὶ κατὰ ταὐτὰ πίνουσαν καὶ ἔχαιρον ἤδη πλέον. Καὶ τρίτον ἐγένετο τοῦτο καὶ τέταρτον καὶ τὸ λοιπὸν τῆς ἡμέρας οὕτως ἀλλήλοις προὐπίνομεν τὰ φιλήματα.
10.1 Μετὰ δὲ τὸ δεῖπνον ὁ Σάτυρός μοι προσελθὼν ἔφη “νῦν μὲν ἀνδρίζεσθαι καιρός. Ἡ γὰρ μήτηρ τῆς κόρης, ὡς οἶδας, μαλακίζεται καὶ καθ’ αὑτὴν ἀναπαύεται· μόνη δὲ ἡ παῖς βαδιεῖται κατὰ τὰ εἰθισμένα τῆς Κλειοῦς ἑπομένης, πρὶν ἐπὶ τὸν ὕπνον τραπῆναι.
10.2 Ἐγὼ δέ σοι ταύτην ἀπάξω διαλεγόμενος.” Ταῦτα εἰπὼν τῇ Κλειοῖ μὲν αὐτός, ἐγὼ δὲ τῇ παιδὶ διαλαχόντες ἐφηδρεύομεν. Καὶ οὕτως ἐγένετο. Ἀπεσπάσθη καὶ ἡ Κλειώ, ἡ δὲ παρθένος ἐν τῷ περιπάτῳ καταλέλειπτο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi