Kitap 3
14.4
Οὕτως οὖν διέθηκα τὸν στρατηγὸν ἐκ τῆς ἀκροάσεως, ὡς καὶ αὐτὸν εἰς δάκρυα προαγαγεῖν· πλέον δὲ ποιεῖν εἴχομεν οὐδέν, τῆς Λευκίππης ὑπὸ τῶν λῃστῶν ἐχομένης. Ἔδωκε δέ μοι καὶ θεράποντα τὸν ἐπιμελησόμενον Αἰγύπτιον.
15.1
Τῇ δ’ ὑστεραίᾳ πρὸς τὴν διάβασιν παρεσκευάζετο καὶ ἐπεχείρει τὴν διώρυχα χῶσαι, ἥτις ἦν ἐμποδών. Καὶ γὰρ ἑωρῶμεν τοὺς λῃστὰς μετὰ πλείστης δυνάμεως ἐπὶ θάτερα τῆς διώρυχος ἑστῶτας ἐν τοῖς ὅπλοις· βωμὸς δέ τις αὐτοῖς αὐτοσχέδιος ἦν πηλοῦ πεποιημένος καὶ σορὸς τοῦ βωμοῦ πλησίον.
15.2
Ἄγουσι δή τινες δύο τὴν κόρην ὀπίσω τὼ χεῖρε δεδεμένην. Καὶ αὐτοὺς μὲν οἵτινες ἦσαν οὐκ εἶδον, ἦσαν γὰρ ὡπλισμένοι, τὴν δὲ κόρην Λευκίππην οὖσαν ἐγνώρισα.
15.3
Εἶτα κατὰ τῆς κεφαλῆς σπονδὴν καταχέαντες, περιάγουσι τὸν βωμὸν κύκλῳ καὶ ἐπηύλει τις αὐτῇ, καὶ ὁ ἱερεύς, ὡς εἰκός, ᾖδεν ᾠδὴν Αἰγυπτίαν· τὸ γὰρ σχῆμα τοῦ στόματος καὶ τῶν προσώπων τὸ διειλκυσμένον ὑπέφαινεν ᾠδήν.
15.4
Εἶτα ἀπὸ συνθήματος πάντες ἀναχωροῦσι τοῦ βωμοῦ μακράν, τῶν δὲ νεανίσκων ὁ ἕτερος ἀνακλίνας αὐτὴν ὑπτίαν ἔδησεν ἐκ παττάλων ἐπὶ τῆς γῆς ἐρηρεισμένων, οἷον ποιοῦσιν οἱ κοροπλάθοι τὸν Μαρσύαν ἐκ τοῦ φυτοῦ δεδεμένον· εἶτα λαβὼν ξίφος βάπτει κατὰ τῆς καρδίας καὶ διελκύσας τὸ ξίφος εἰς τὴν κάτω γαστέρα ῥήγνυσι·
15.5
τὰ σπλάγχνα δὲ εὐθὺς ἐξεπήδησεν, ἃ ταῖς χερσὶν ἐξελκύσαντες ἐπιτιθέασι τῷ βωμῷ· καὶ ἐπεὶ ὠπτήθη, κατατεμόντες ἅπαντες εἰς μοίρας ἔφαγον. Ταῦτα δὲ ὁρῶντες οἱ στρατιῶται καὶ ὁ στρατηγὸς καθ’ ἓν τῶν πραττομένων ἀνεβόων καὶ τὰς ὄψεις ἀπέστρεφον τῆς θέας, ἐγὼ δὲ ἐκ παραλόγου καθήμενος ἐθεώρουν.
15.6
Τὸ δὲ ἦν ἔκπληξις· μέτρον γὰρ οὐκ ἔχον τὸ κακὸν ἐνεβρόντησέ με. Καὶ τάχα ὁ τῆς Νιόβης μῦθος οὐκ ἦν ψευδής, ἀλλὰ κἀκείνη τι τοιοῦτον παθοῦσα ἐπὶ τῇ τῶν παίδων ἀπωλείᾳ δόξαν παρέσχεν ἐκ τῆς ἀκινησίας ὡσεὶ λίθος γενομένη.
15.7
Ἐπεὶ δὲ τέλος εἶχεν, ὥς γε ᾤμην, τὸ ἔργον, τὸ σῶμα ἐνθέντες τῇ σορῷ καταλείπουσι, πῶμα ἐπ’ αὐτῆς ἐπιθέντες, τὸν δὲ βωμὸν καταστρέψαντες φεύγουσιν ἀμεταστρεπτί. Οὕτω γὰρ αὐτοῖς ποιεῖν ἔτυχε μεμαντευμένος ὁ ἱερεύς.