Thesauros Edebiyat novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 3

19.1 Ὁ οὖν Μενέλαος λέγει “οἶδας ὡς Αἰγύπτιός εἰμι τὸ γένος· φθάνω γάρ σοι ταῦτα εἰπὼν ἐπὶ τῆς νεώς. Ἦν οὖν μοι τὰ πλεῖστα τῶν κτημάτων περὶ ταύτην τὴν κώμην καὶ οἱ ἄρχοντες αὐτῆς γνώριμοι.
19.2 Ἐπεὶ οὖν τῇ ναυαγίᾳ περιεπέσομεν, εἶτά με προσέρριψε τὸ κῦμα τοῖς τῆς Αἰγύπτου παραλίοις, λαμβάνομαι μετὰ τοῦ Σατύρου πρὸς τῶν ταύτῃ παραφυλαττόντων λῃστῶν. Ὡς δὲ ἄγομαι πρὸς τὸν λῄσταρχον, ταχύ με τῶν λῃστῶν τινες γνωρίσαντες λύουσί μου τὰ δεσμά, θαρρεῖν τε ἐκέλευον καὶ συμπονεῖν αὐτοῖς, ὡς ἂν οἰκεῖον.
19.3 Ἐξαιτοῦμαι δὴ καὶ τὸν Σάτυρον ὡς ἐμόν.” Οἱ δὲ “ἀλλ’ ὅπωσ” ἔφησαν “ἐπιδείξεις ἡμῖν σεαυτὸν τολμηρὸν πρῶτον.” Κἀν τούτῳ χρησμὸν ἴσχουσι κόρην καταθῦσαι καὶ καθῆραι τὸ λῃστήριον καὶ τοῦ μὲν ἥπατος ἀπογεύσασθαι τυθείσης, τὸ δὲ λοιπὸν σῶμα σορῷ παραδόντας ἀναχωρῆσαι, ὡς ἂν τὸ τῶν ἐναντίων στρατόπεδον ὑπερβάλοι τῆς θυσίας τὸν τόπον. “λέγε δὴ τὰ ἐπίλοιπα, Σάτυρε, σὸς γὰρ ἐντεῦθεν ὁ λόγος.”
20.1 Καὶ ὁ Σάτυρος λέγει “ἅμα δὲ βιαζόμενος ἐπὶ τὸ στρατόπεδον ἔκλαον, ὦ δέσποτα, καὶ ὠδυρόμην, τὰ περὶ τῆς Λευκίππης πυθόμενος, καὶ ἐδεόμην Μενελάου παντὶ τρόπῳ σῶσαι τὴν κόρην.
20.2 Δαίμων δέ τις ἀγαθὸς ἡμῖν συνήργησεν. Ἐτύχομεν τῇ προτεραίᾳ τῆς θυσίας ἡμέρᾳ καθεζόμενοι πρὸς τῇ θαλάττῃ λυπούμενοι καὶ περὶ τούτων σκοποῦντες, τῶν δὲ λῃστῶν τινες ναῦν ἰδόντες ἀγνοίᾳ πλανηθεῖσαν ὥρμησαν ἐπ’ αὐτήν.
20.3 Οἱ δὲ ἐπὶ τῆς νεὼς συνέντες οἳ τυγχάνουσιν, ἐπεχείρουν ἐλαύνειν εἰς τοὐπίσω· ὡς δὲ φθάνουσιν οἱ λῃσταὶ καταλαβόντες, πρὸς ἄμυναν τρέπονται·
20.4 καὶ γάρ τις ἐν αὐτοῖς ἦν τῶν τὰ Ὁμήρου τῷ στόματι δεικνύντων ἐν τοῖς θεάτροις. Τὴν Ὁμηρικὴν οὖν σκευὴν ὁπλισάμενος καὶ αὐτὸς καὶ τοὺς ἀμφ’ αὑτὸν οὕτω σκευάσας, ἐπεχείρουν μάχεσθαι.
20.5 Πρὸς μὲν οὖν τοὺς πρώτους ἐπελθόντας καὶ μάλα ἐρρωμένως ἀντετάξαντο· πλειόνων δὲ ἐπιπλευσάντων σκαφῶν λῃστρικῶν καταδύουσι τὴν ναῦν καὶ τοὺς ἄνδρας ἐκπεσόντας ἀνῄρουν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi