Thesauros Edebiyat novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 3

23.1 Ὡς οὖν ἤκουσα, παντοδαπὸς ἐγινόμην καὶ διηπόρουν ὅ τι ποιήσω πρὸς τὸν Μενέλαον ἀντάξιον. Τὸ δ’ οὖν κοινότατον, προσπεσὼν κατησπαζόμην καὶ προσεκύνουν ὡς θεὸν καί μου κατὰ τῆς ψυχῆς ἀθρόα κατεχεῖτο ἡδονή.
23.2 Ὡς δὲ τὰ κατὰ Λευκίππην εἶχέ μοι καλῶς, “ὁ δὲ Κλεινίασ” εἶπον “τί γέγονεν;” ὁ δὲ Μενέλαος “οὐκ οἶδα” ἔφη· ʽμετὰ γὰρ τὴν ναυαγίαν εὐθὺς εἶδον μὲν αὐτὸν τῆς κεραίας λαβόμενον, ὅποι
23.3 δὲ κεχώρηκεν οὐκ οἶδα.ʼ Ἀνεκώκυσα οὖν ἐν μέσῃ τῇ χαρᾷ· ταχὺ γὰρ ἐφθόνησέ μοι δαίμων τις τῆς καθαρᾶς ἡδονῆς·
23.4 τὸν δι’ ἐμὲ φαινόμενον οὐδαμοῦ, τὸν μετὰ Λευκίππην ἐμὸν δεσπότην, τοῦτον ἐκ πάντων κατέσχεν ἡ θάλασσα, ἵνα μὴ τὴν ψυχὴν μόνον ἀπολέσῃ,
23.5 ἀλλὰ καὶ τὴν ταφήν. “Ὦ θάλαττα ἄγνωμον, ἐφθόνησας ἡμῖν ὁλοκλήρου τοῦ τῆς φιλανθρωπίας σου δράματος.” Ἄπιμεν οὖν εἰς τὸ στρατόπεδον κοινῇ καὶ τῆς σκηνῆς εἴσω παρελθόντες τῆς ἐμῆς τὸ λοιπὸν τῆς νυκτὸς διετρίψαμεν, καὶ τὸ πρᾶγμα οὐκ ἔλαθε τοὺς πολλούς.
24.1 Ἅμα δὲ τῇ ἕῳ προσάγω τὸν Μενέλαον τῷ στρατηγῷ καὶ ἅπαντα λέγω, ὁ δὲ συνήδετο καὶ τὸν Μενέλαον ποιεῖται φίλον, πυνθάνεται δὲ πόση δύναμίς ἐστι τοῖς ἐναντίοις. Ὁ δὲ ἔλεγε πᾶσαν ἐμπεπλῆσθαι τὴν ἑξῆς κώμην ἀνδρῶν ἀπονενοημένων καὶ πολὺ συνηθροῖσθαι λῃστήριον, ὡς εἶναι μυρίους.
24.2 Λέγει οὖν ὁ στρατηγὸς “ἀλλ’ ἡμῖν αὗται αἱ πέντε χιλιάδες ἱκαναὶ πρὸς εἴκοσι τῶν ἐκείνων· ἀφίξονται δὲ ὅσον οὐδέπω πρὸς τούτοις ἕτεροι δισχίλιοι τῶν ἀμφὶ τὸ Δέλτα καὶ τὴν Ἡλίου πόλιν τεταγμένων
24.3 ἐπὶ τοὺς βαρβάρους.” Καὶ ἅμα λέγοντος αὐτοῦ παῖς εἰστρέχει τις λέγων ἀπὸ τοῦ Δέλτα πρόδρομον ἥκειν τοὐκεῖθεν στρατοπέδου καὶ πέντε λέγειν ἄλλων ἡμερῶν διατρίβειν τοὺς δισχιλίους· τοὺς γὰρ βαρβάρους κατατρέχοντας πεπαῦσθαι· μελλούσης δὲ ἥκειν τῆς δυνάμεως τὸν ὄρνιν αὐτοῖς ἐπιδημῆσαι τὸν ἱερὸν φέροντα τοῦ πατρὸς τὴν ταφήν· ἀνάγκην δ’ εἶναι τὴν ἔξοδον ἐπισχεῖν τοσούτων ἡμερῶν.
25.1 “Καὶ τίς ὁ ὄρνις οὗτος, ὅστισ” ἔφην “τοσαύτης τιμῆς ἠξίωται; ποίαν δὲ καὶ κομίζει ταφήν;” “Φοίνιξ μὲν ὁ ὄρνις ὄνομα, τὸ δὲ γένος Αἰθίοψ, μέγεθος κατὰ ταών·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi