Kitap 3
2.3
Καὶ ὁ μὲν ἀὴρ εἶχε σάλπιγγος ἦχον, οἱ δὲ κάλοι περὶ τὴν ὀθόνην πίπτουσιν, ἀντιπαταγοῦντες δὲ ἐτετρίγεσαν· ἐφόβει δὲ καὶ τὰ ξύλα τῆς νεὼς ῥηγνύμενα μὴ κατὰ μικρὸν ἀνοιχθείη τὸ σκάφος τῶν γόμφων ἀποσπωμένων· γέρρα δὲ περὶ πᾶσαν τὴν ναῦν ἐκεκάλυπτο.
2.4
Καὶ γὰρ ὄμβρος ἐπέκλυζε πολύς, ἡμεῖς δὲ τὰ γέρρα ὑποδύντες ὥσπερ εἰς ἄντρον ἐμένομεν, παραδόντες ἑαυτοὺς τῇ τύχῃ, ῥίψαντες τὰς ἐλπίδας.
2.5
Τρικυμίαι δὲ πολλαὶ καὶ πάντοθεν, αἱ μὲν κατὰ πρόσωπον, αἱ δὲ κατ’ οὐρὰν τῆς νεὼς ἀλλήλαις ἀντέπιπτον. Ἡ δὲ ναῦς ἀεὶ πρὸς μὲν τὸ κυρτούμενον τῆς θαλάσσης ἠγείρετο, πρὸς δὲ τὸ παραδραμὸν ἤδη καὶ χθαμαλὸν τοῦ κύματος κατεδύετο. Ἐῴκει δὲ τῶν κυμάτων μάτων τὰ μὲν ὄρεσι, τὰ δὲ χάσμασιν.
2.6
Ἦν δὲ καὶ τὰ ἐγκάρσια τῶν κυμάτων ἑκατέρωθεν φοβερώτερα. Ἀναβαίνουσα μὲν γὰρ ἐπὶ τὴν ναῦν ἡ θάλασσα διὰ τῶν γέρρων ἐκυλίετο καὶ ἐκάλυπτε πᾶν τὸ σκάφος.
2.7
Τὸ γὰρ κῦμα αἰρόμενον ὑψοῦ, ψαῦον αὐτῶν τῶν νεφῶν, πόρρωθεν μὲν πρὸς ἀντιπρόσωπον ἐφαίνετο τῷ σκάφει μέγεθος οἷον προσιὸν δὲ βλέπων καταποθήσεσθαι τὴν ναῦν προσεδόκησας.
2.8
Ἦν οὖν ἀνέμων μάχη καὶ κυμάτων· ἡμεῖς δὲ οὐκ ἠδυνάμεθα κατὰ χώραν μένειν ὑπὸ τοῦ τῆς νεὼς σεισμοῦ. Συμμιγὴς δὲ πάντων ἐγίνετο βοή· ἐρρόχθει τὸ κῦμα, ἐπάφλαζε τὸ πνεῦμα, ὀλολυγμὸς γυναικῶν, ἀλαλαγμὸς ἀνδρῶν, κελευσμὸς ναυτῶν, πάντα θρήνων καὶ κωκυτῶν ἀνάμεστα.
2.9
Καὶ ὁ κυβερνήτης ἐκέλευε ῥίπτειν τὸν φόρτον· διάκρισις δ’ οὐκ ἦν ἀργύρου καὶ χρυσοῦ πρὸς ἄλλο τι τῶν εὐτελῶν, ἀλλὰ πάνθ’ ὁμοίως ἠκοντίζομεν ἔξω τῆς νεώς· πολλοὶ δὲ καὶ τῶν ἐμπόρων αὐτοὶ τῶν οἰκείων λαμβάνοντες, ἐν οἷς εἶχον τὰς ἐλπίδας, ἐώθουν ἐπειγόμενοι. Καὶ ἦν ἤδη ἡ ναῦς τῶν ἐπίπλων γυμνή· ὁ δὲ χειμὼν οὐκ ἐσπένδετο.
3.1
Τέλος ὁ κυβερνήτης ἀπειπὼν ῥίπτει μὲν τὰ πηδάλια ἐκ τῶν χειρῶν, ἀφίησι δὲ τὸ σκάφος τῇ θαλάσσῃ καὶ εὐτρεπίζει ἤδη τὴν ἐφολκίδα καὶ τοῖς ναύταις ἐμβαίνειν κελεύσας τῆς ἀποβάθρας ἦρχεν· οἱ δὲ εὐθὺς κατὰ πόδας ἐξήλλοντο.