Kitap 4
13.4
Παρῆσαν οὖν ἐσκευασμένοι τοῦτον τὸν τρόπον καὶ ἐδέοντο τοῦ στρατηγοῦ αἰδεσθῆναι μὲν αὐτῶν τὸ γῆρας, αἰδεσθῆναι δὲ τὰς ἱκετηρίας, ἐλεῆσαι δὲ τὴν πόλιν· ἐδίδοσαν δὲ αὐτῷ ἰδίᾳ μὲν ἀργυρίου τάλαντα ἑκατόν, πρὸς δὲ τὸν σατράπην ἄγειν ἄνδρας ἑκατὸν θέλοντας αὑτοὺς ὑπὲρ τῆς πόλεως διδόναι,
13.5
ὡς ἂν ἔχοι καὶ πρὸς ἐκεῖνον λάφυρον φέρειν. Καὶ ὁ λόγος αὐτοῖς οὐκ ἐψεύδετο, ἀλλ’ ἔδωκαν ἄν, εἰ λαβεῖν ἠθέλησεν. Ὡς δὲ οὐ προσίετο τοὺς λόγους, “οὐκοῦν” ἔφασαν οἱ γέροντες “εἰ ταῦτά σοι δέδοκται,
13.6
οἴσομεν τὴν εἱμαρμένην. Ἐν κακοῖς σὺ πάρασχε τὴν χάριν· μὴ ἔξω φονεύσῃς πυλῶν μηδὲ τῆς πόλεως μακράν, ἀλλ’ ἐπὶ τὴν πατρῴαν γῆν, ἐπὶ τὴν τῆς γενέσεως ἑστίαν ἄγε· τάφον ἡμῖν ποίησον τὴν πόλιν. Ἰδού σοι πρὸς τὸν θάνατον ἡγούμεθα.” Ταῦτα ἀκούσας ὁ στρατηγὸς τὴν μὲν παρασκευὴν τῆς μάχης ἀφίησι, κελεύει δὲ ἔρχεσθαι καθ’ ἡσυχίαν τῷ στρατῷ.
14.1
Ἦσαν δὲ τῶν πραττομένων σκοποὶ πόρρωθεν, οὕς οἱ βουκόλοι προκαθίσαντες ἐκέλευον, εἰ διαβαίνοντας ἴδοιεν τοὺς πολεμίους, τὸ χῶμα τοῦ ποταμοῦ κόψαντας ἐπαφεῖναι τὸ ὕδωρ πᾶν τοῖς ἐναντίοις.
14.2
Ἔχει γὰρ οὕτω τὰ τοῦ Νείλου ῥεύματα. Καθ’ ἑκάστην διώρυχα χῶμα ἔχουσιν Αἰγύπτιοι, ὡς ἂν μὴ πρὸ καιροῦ τῆς χρείας ὑπερέχων ὁ Νεῖλος τὴν γῆν ἐπικλύσῃ. Ὅταν δὲ δεηθῶσιν ἀρδεῦσαι τὸ πεδίον, ἀνέῳξαν ὀλίγον τοῦ χώματος. Ἦν οὖν τῆς κώμης ὄπισθεν διῶρυξ τοῦ ποταμοῦ μεγάλη καὶ πλατεῖα.
14.3
Ταύτῃ οἱ τεταγμένοι τὸ ἔργον ὡς εἶδον εἰσιόντας τοὺς πολεμίους, διακόπτουσι ταχὺ τὸ χῶμα. Πάντα οὖν ὁμοῦ γίνεται· οἱ μὲν γέροντες οἱ κατὰ πρόσωπον ἄφνω διίστανται, οἱ δὲ τὰς λόγχας ἐγείραντες ἐκτρέχουσι· τὸ δὲ ὕδωρ ἤδη παρῆν, καὶ ὠγκοῦντο μὲν οἱ λίμναι πάντοθεν οἰδοῦσαι, ὁ δὲ ἰσθμὸς ἐπεκλύζετο,
14.4
πάντα δὲ ἦν ὥσπερ θάλασσα. Ἐμπεσόντες οὖν οἱ βουκόλοι τοὺς μὲν κατὰ πρόσωπον καὶ τὸν στρατηγὸν αὐτὸν διαπείρουσι ταῖς λόγχαις, ἀπαρασκεύους τε ὄντας καὶ πρὸς τὸ ἀδόκητον τεταραγμένους·