Thesauros Edebiyat novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 4

18.1 Ἐν τούτῳ δὲ καὶ τοὺς· λῃστὰς ἐπελθοῦσα δύναμις μείζων ἀπὸ τῆς μητροπόλεως παρεστήσατο καὶ πᾶσαν αὐτῶν εἰς ἔδαφος κατέστρεψε τὴν πόλιν. Ἐλευθερωθέντος δὲ τοῦ ποταμοῦ τῆς τῶν βουκόλων ὕβρεως, παρεσκευαζόμεθα τὸν ἐπὶ τὴν Ἀλεξάνδρειαν πλοῦν. Συνέπλει δὲ ἡμῖν καὶ ὁ Χαιρέας, φίλος ἤδη γενόμενος ἐκ τῆς τοῦ φαρμάκου μηνύσεως.
18.2 Ἦν δὲ τὸ μὲν γένος ἐκ τῆς νήσου τῆς Φάρου, τὴν δὲ τέχνην ἁλιεύς, ἐστρατεύετο δὲ μισθοῦ κατὰ τῶν βουκόλων τὴν ἐν ταῖς ναυσὶ στρατείαν, ὥστε μετὰ τὸν πόλεμον τῆς στρατείας ἀπήλλακτο.
18.3 Ἦν οὖν ἐξ ἀπλοίας μακρᾶς πλεόντων πάντα μεστὰ καὶ πολλή τις ὄψεως ἡδονή, ναυτῶν ᾠδή, πλωτήρων κρότος, χορεία νεῶν, καὶ ἦν ἅπας ὁ ποταμὸς ἑορτή· ἐῴκει δὲ ὁ πλοῦς κωμάζοντι ποταμῷ. Ἔπινον δὲ καὶ τοῦ Νείλου τότε πρῶτον ἄνευ τῆς πρὸς οἶνον ὁμιλίας, κρῖναι θέλων τοῦ πώματος τὴν ἡδονήν· οἶνος γὰρ φύσεως ὕδατος κλοπή.
18.4 Ἀρυσάμενος οὖν ὑάλου τῆς διαφανοῦς κύλικα, τὸ ὕδωρ ἑώρων ὑπὸ λευκότητος πρὸς τὸ ἔκπωμα ἁμιλλώμενον καὶ τὸ ἔκπωμα νικώμενον· γλυκὺ δὲ πινόμενον ἦν καὶ ψυχρὸν ἐν μέτρῳ τῆς ἡδονῆς· οἶδα γὰρ ἐνίους τῶν παρ’ Ἕλλησι ποταμῶν καὶ τιτρώσκοντας τούτῳ·
18.5 συνέκρινον αὐτοὺς τῷ ποταμῷ. Διὰ τοῦτο αὐτὸν ἄκρατον ὁ Αἰγύπτιος πίνων οὐ φοβεῖται, Διονύσου μὴ δεόμενος. Ἐθαύμασα δὲ αὐτῶν καὶ τὸν τρόπον τοῦ ποτοῦ. Οὔτε γὰρ ἀρύσαντες πίνειν ἐθέλουσιν οὔτε ἐκπωμάτων ἀνέχονται, ἔκπωμα αὐτουργὸν ἔχοντες· ἔκπωμα γὰρ αὐτοῖς ἐστιν ἡ χείρ.
18.6 Εἰ γάρ τις αὐτῶν διψήσειε πλέων, προκύψας ἐκ τῆς νεὼς τὸ μὲν πρόσωπον ἐς τὸν ποταμὸν προβέβληκε, τὴν δὲ χεῖρα εἰς τὸ ὕδωρ καθῆκε καὶ κοίλην βαπτίσας καὶ πλησάμενος ὕδατος ἀκοντίζει κατὰ τοῦ στόματος τὸ πῶμα καὶ τυγχάνει τοῦ σκοποῦ· τὸ δὲ κεχηνὸς περιμένει τὴν βολὴν καὶ δέχεται καὶ κλείεται καὶ οὐκ ἐᾷ τὸ ὕδωρ αὖθις ἔξω πεσεῖν.
19.1 Εἶδον δὲ καὶ ἄλλο θηρίον τοῦ Νείλου ὑπὲρ τὸν ἵππον τὸν ποτάμιον εἰς ἀλκὴν ἐπαινούμενον, κροκόδειλος δὲ ὄνομα ἦν αὐτῷ· παρήλλακτο δὲ τὴν μορφὴν εἰς ἰχθὺν ὁμοῦ καὶ θηρίον. Μέγας μὲν γὰρ ἐκ κεφαλῆς ἐς οὐράν, τὸ δὲ εὖρος τοῦ μεγέθους οὐ κατὰ λόγον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi