Thesauros Edebiyat novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 4

2.3 κεφαλὴ περιφερὴς οὐ σμικρά· ἐγγὺς ἵππου παρειαί· μυκτὴρ ἐπὶ μέγα κεχηνὼς καὶ πνέων πυρώδη καπνὸν ὡς ἀπὸ πηγῆς πυρός· γένυς εὐρεῖα, ὅση καὶ παρειά· μέχρι τῶν κροτάφων ἀνοίγει τὸ στόμα· ἔχει δὲ καὶ κυνόδοντας καμπύλους κατὰ μὲν τὴν ἰδέαν καὶ τὴν θέσιν ὡς συός, τὸ δὲ μέγεθος εἰς τριπλάσιον.”
3.1 “καλεῖ δὴ πρὸς τὴν θέαν ἡμᾶς ὁ στρατηγός· καὶ ἡ Λευκίππη συμπαρῆν. Ἡμεῖς μὲν οὖν ἐπὶ τὸ θηρίον τοὺς ὀφθαλμοὺς εἴχομεν, ἐπὶ τὴν Λευκίππην δὲ ὁ στρατηγός·
3.2 καὶ εὐθὺς ἑαλώκει. Βουλόμενος οὖν ἡμᾶς παραμένειν ἐπὶ πλεῖστον, ἵν’ ἔχοι τοῖς ὀφθαλμοῖς αὑτοῦ χαρίζεσθαι, περιπλοκὰς ἐζήτει λόγων, πρῶτον μὲν τὴν φύσιν τοῦ θηρίου καταλέγων, εἶτα καὶ τὸν τρόπον τῆς ἄγρας, ὡς ἔστι μὲν ἀδηφαγώτατον καὶ ποιεῖται τροφὴν ὅλον λήιον, ἀπάτῃ δὲ πάσχει τὴν ἄγραν.
3.3 Ἐπιτηρήσαντες γὰρ αὐτοῦ τὰς διατριβάς, ὄρυγμα ποιησάμενοι ἐπικαλύπτουσιν ἄνωθεν καλάμοις καὶ χώματι· ὑπὸ δὲ τὴν τῶν καλάμων μηχανὴν ἱστάναι κάτω ξύλινον οἴκημα τὰς θύρας ἀνεῳγμένον εἰς τὸν ὄροφον τοῦ βόθρου καὶ τὴν πτῶσιν τοῦ θηρίου λοχᾶν·
3.4 τὸν μὲν γὰρ ἐπιβάντα φέρεσθαι εὐθύς, καὶ τὸ οἴκημα φωλεοῦ δίκην ὑποδέχεσθαι, καὶ τοὺς κυνηγέτας ἐκθορόντας εὐθὺς ἐπικλείειν τοῦ πώματος τὰς θύρας καὶ ἔχειν οὕτω τὴν ἄγραν, ἐπεὶ πρός γε τὸ καρτερὸν οὐδεὶς ἂν αὐτοῦ κρατήσειε βίᾳ.
3.5 Τά τε γὰρ ἄλλα ἐστὶν ἀλκιμώτατος καὶ τὸ δέρμα, ὡς ὁρᾶτε, φέρει παχὺ καὶ οὐκ ἐθέλει πείθεσθαι σιδήρου τραύματι, ἀλλ’ ἐστίν, ὡς εἰπεῖν, ἐλέφας Αἰγύπτιος. Καὶ γὰρ δεύτερος φαίνεται εἰς ἀλκὴν ἐλέφαντος Ἰνδοῦ.”
4.1 Καὶ ὁ Μενέλαος ʽἦ γὰρ ἐλέφαντἀ ἔφη “ἤδη τεθέασαί ποτε;” “Καὶ μάλα” ὁ Χαρμίδης εἶπεν, “καὶ ἀκήκοα παρὰ τῶν ἀκριβῶς εἰδότων τῆς γενέσεως αὐτοῦ
4.2 τὸν τρόπον ὡς παράδοξος.” “Ἀλλ’ ἡμεῖς γε οὐκ εἴδομεν εἰς ταύτην” ἔφην ἐγὼ “τὴν ἡμέραν, ὅτι μὴ γραφῇ.” “Λέγοιμ’ ἂν ὑμῖν” εἶπε, ʽκαὶ γὰρ ἄγομεν σχολήν. Κύει μὲν αὐτὸν ἡ μήτηρ χρονιώτατον· δέκα γὰρ ἐνιαυτοῖς πλάττει τὴν σποράν, μετὰ δὲ τοσαύτην ἐτῶν περίοδον τίκτει, ὅταν ὁ τόκος γέρων γένηται.
4.3 Διὰ τοῦτο, οἶμαι, καὶ γίνεται μέγας τὴν μορφήν, ἄμαχος τὴν ἀλκήν, πολὺς τὴν βιοτήν, βραδὺς τὴν τελευτήν· βιοῦν γὰρ αὐτὸν λέγουσιν ὑπὲρ τὴν Ἡσιόδου κορώνην.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi