Thesauros Edebiyat novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 4

11.2 Αὐτίκα δὴ μάλα ἐξορμήσαντες, εὐθὺς ἕκαστος, ὡς εἶχε τάχους, ἐπὶ τὰ ὅπλα ἐχώρουν καὶ παρῆσαν ἅμα τοῖς λοχαγοῖς. Τότε μὲν οὖν αὐτοῖς δοὺς τὸ σύνθημα καὶ κελεύσας αὐτοῖς στρατοπεδεύεσθαι καθ’ αὑτὸν ἦν· τῇ δ’ ὑστεραίᾳ ἅμα τῇ ἡμέρᾳ τὸ στράτευμα ἐξῆγεν ἐπὶ τοὺς πολεμίους.
11.3 Εἶχε δὲ αὐτοῖς οὕτω τῆς κώμης ἡ θέσις. Ὁ Νεῖλος ῥεῖ μὲν ἄνωθεν ἐκ Θηβῶν τῶν Αἰγυπτίων εἷς ὢν ἄχρι Μέμφεως καὶ ἔστι μικρὸν κάτω “Κερκάσωρος ὄνομα τῇ κώμῃ” πρὸς τῷ τέλει τοῦ μεγάλου ῥεύματος.
11.4 Ἐντεῦθεν δὲ περιρρήγνυται τῇ γῇ, καὶ ἐξ ἑνὸς ποταμοῦ γίνονται τρεῖς, δύο μὲν ἑκατέρωθεν λελυμένοι, ὁ δὲ εἷς ὥσπερ ἦν ῥέων πρὶν λυθῆναι.
11.5 Ἀλλ’ οὐδὲ τούτων ἕκαστος τῶν ποταμῶν ἀνέχεται μέχρι θαλάσσης ῥέων, ἀλλὰ περισχίζεται ἄλλος ἄλλῃ κατὰ πόλεις, καί εἰσιν αἱ σχίσεις μείζονες τῶν παῤ Ἕλλησι ποταμῶν· τὸ δὲ ὕδωρ πανταχοῦ μεμερισμένον οὐκ ἐξασθενεῖ, ἀλλὰ καὶ πλεῖται καὶ πίνεται καὶ γεωργεῖται.
12.1 Νεῖλος ὁ πολὺς πάντα αὐτοῖς γίνεται, καὶ ποταμὸς καὶ γῆ καὶ θάλασσα καὶ λίμνη· καὶ ἔστι τὸ θέαμα καινόν, ναῦς ὁμοῦ καὶ δίκελλα, κώπη καὶ ἄροτρον, πηδάλιον καὶ τρόπαιον, ναυτῶν ὁμοῦ καὶ γεωργῶν καταγωγή, ἰχθύων ὁμοῦ καὶ βοῶν· ὃ πέπλευκας, φυτεύεις, καὶ ὃ φυτεύεις, τοῦτο πέλαγος γεωργούμενον.
12.2 Ἔχει γὰρ ὁ ποταμὸς ἐπιδημίας· κάθηται δὲ αὐτὸν Αἰγύπτιος ἀναμένων καὶ ἀριθμῶν αὐτοῦ τὰς ἡμέρας. Καὶ ὁ Νεῖλος οὐ ψεύδεται, ἀλλ̓ ἔστι ποταμὸς μετὰ προθεσμίας τὸν χρόνον τηρῶν καὶ τὸ ὕδωρ μετρῶν, ποταμὸς ἁλῶναι μὴ θέλων ὑπερήμερος.
12.3 Ἔστι δ’ ἰδεῖν ποταμοῦ καὶ γῆς φιλονεικίαν. Ἐρίζετον ἀλλήλοις ἑκάτερον· τὸ μὲν ὕδωρ, τοσαύτην γῆν πελαγίσαι· ἡ δὲ γῆ, τοσαύτην χωρῆσαι γλυκεῖαν θάλασσαν· καὶ νικῶσι μὲν τὴν ἴσην νίκην οἱ δύο,
12.4 οὐδαμοῦ δὲ φαίνεται τὸ νικώμενον. Τὸ γὰρ ὕδωρ τῇ γῇ συνεκτείνεται· περὶ δὲ τὰς τῶν βουκόλων ταύτας νομὰς ἀεὶ πολὺ ἐγκάθηται. Ὅταν γὰρ τὴν πᾶσαν γῆν πελαγίσῃ, λίμνας ἐνταῦθα ποιεῖ· αἱ δὲ λίμναι, κἂν ὁ Νεῖλος ἀπέλθῃ, μένουσιν οὐδὲν ἧττον,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi