Thesauros Edebiyat novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 5

14.3 “Ἄρξει δὲ” εἶπον ἐγὼ “τῶν συνθηκῶν ἡ εἰς Ἔφεσον ἡμῶν ἄφιξις· ἐνταῦθα γάρ, ὡς ἔφην, Λευκίππῃ παραχωρήσεις.” Δεῖπνον οὖν ἡμῖν ηὐτρεπίζετο πολυτελές, καὶ ὄνομα μὲν ἦν τῷ δείπνῳ γάμοι, τὸ δὲ ἔργον συνέκειτο ταμιεύεσθαι.
14.4 Καί τι μέμνημαι καὶ γελοῖον παρὰ τὴν ἑστίασιν τῆς Μελίτης. Ὡς γὰρ ἐπευφήμουν τοῖς γάμοις οἱ παρόντες, νεύσασα πρός με ἡσυχῆ “καινὸν” εἶπεν “ἐγὼ μόνη πέπονθα. Κενοτάφιον μὲν γὰρ εἶδον, κενογάμιον δ’ οὔ.” Ταῦτα μὲν οὖν ἔπαιζε σπουδῇ.
15.1 Τῇ δὲ ἐπιούσῃ στελλόμεθα πρὸς ἀποδημίαν· κατὰ τύχην δὲ καὶ τὸ πνεῦμα ἐκάλει ἡμᾶς. Καὶ ὁ Μενέλαος μέχρι τοῦ λιμένος ἐλθὼν καὶ ἀσπασάμενος, εὐτυχεστέρας εἰπὼν νῦν ἡμᾶς τυχεῖν τῆς θαλάσσης ἀπετράπετο αὖθις, νεανίσκος πάνυ χρηστὸς καὶ θεῶν ἄξιος καὶ ἅμα δακρύων ἐμπεπλησμένος· καὶ ἡμῖν δὲ πᾶσι κατεφέρετο δάκρυα.
15.2 Τῷ δὲ Κλεινίᾳ ἐδόκει μή με καταλιπεῖν, ἀλλὰ μέχρις Ἐφέσου συμπλεύσαντα καί τινα ἐνδιατρίψαντα τῇ πόλει χρόνον ἐπανελθεῖν,
15.3 εἰ τἀμὰ ἐν καλῷ κείμενα καταμάθοι. Γίνεται δὴ κατ̓ οὐρὰν ἡμῶν ὁ ἄνεμος, ἑσπέρα τε ἦν καὶ δειπνήσαντες ἐκείμεθα κοιμησόμενοι· ἰδία δὲ ἐμοί τε καὶ τῇ Μελίτῃ καλύβη τις ἦν ἐπὶ τοῦ σκάφους περιπεφραγμένη.
15.4 Περιβαλοῦσα οὖν με κατεφίλει καὶ ἀπῄτει τὸν γάμον “νῦν μὲν” λέγουσα “Λευκίππης τοὺς ὅρους ἐξήλθομεν καὶ τῶν συνθηκῶν τοὺς ὅρους ἀπειλήφαμεν· ἐντεῦθεν ἡ προθεσμία. Τί με δεῖ νῦν εἰς Ἔφεσον περιμένειν; ἄδηλοι τῆς θαλάσσης αἱ τύχαι, ἄπιστοι τῶν ἀνέμων αἱ μεταβολαί.
15.5 Πίστευσόν μοι, Κλειτοφῶν, κάομαι· ὄφελον ἠδυνάμην δεῖξαι τὸ πῦρ, ὄφελον εἶχε τὴν αὐτὴν φύσιν τῷ κοινῷ πυρί, ἵνα σοι περιχυθεῖσα κατέφλεξα· νῦν δὲ πρὸς τοῖς ἄλλοις τοῦτο μόνον τὸ πῦρ ἰδίαν ὕλην ἔχει καὶ ἐν ταῖς πρὸς τοὺς ἐραστὰς συμπλοκαῖς ἀνακαόμενον λάβρον τῶν συμπλεκομένων φείδεται.
15.6 Ὢ πυρὸς μυστικοῦ, πυρὸς ἐν ἀπορρήτῳ δᾳδουχουμένου, πυρὸς τοὺς ὅρους αὐτοῦ φυγεῖν μὴ θέλοντος. Μυηθῶμεν οὖν, ὦ φίλτατε, τὰ τῆς Ἀφροδίτης μυστήρια.”

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi