Kitap 5
17.1
Πέντε δὲ τῶν ἑξῆς ἡμερῶν διανύσαντες τὸν πλοῦν ἥκομεν εἰς τὴν Ἔφεσον. Οἰκία μεγάλη καὶ πρώτη τῶν ἐκεῖ, θεραπεία πολλὴ καὶ ἡ ἄλλη παρασκευὴ πολυτελής.
17.2
Κελεύει δὴ δεῖπνον ὡς ὅτι ἐκπρεπέστατον ἑτοιμάζειν· “ἡμεῖς δὲ τέωσ” ἔφη “χωρήσωμεν εἰς τοὺς ἀγρούς.” Ἀπεῖχον δὲ τῆς πόλεως σταδίους τέτταρας. Ἐπικαθίσαντες οὖν ὀχήματι ἐξήλθομεν.
17.3
Καὶ ἐπεὶ τάχιστα παρεγενόμεθα, διεβαδίζομεν τοὺς ὀρχάτους τῶν φυτῶν, καὶ ἐξαίφνης προσπίπτει τοῖς γόνασιν ἡμῶν γυνή, χοίνιξι παχείαις δεδεμένη, δίκελλαν κρατοῦσα, τὴν κεφαλὴν κεκαρμένη, ἐρρυπωμένη τὸ σῶμα, χιτῶνα ἀνεζωσμένη ἄθλιον πάνυ, καὶ “ἐλέησόν με” ἔφη “δέσποινα, γυνὴ γυναῖκα, ἐλευθέραν μέν, ὡς ἔφυν, δούλην δὲ νῦν, ὡς δοκεῖ τῇ Τύχῃ,” καὶ ἅμα ἐσιώπησε.
17.4
Λέγει οὖν ἡ Μελίτη “ἀνάστηθι, ὦ γύναι· λέγε τίς εἶ καὶ πόθεν, καὶ τίς σοι τοῦτον περιέθηκε τὸν σίδηρον· κέκραγε γάρ σου καὶ ἐν κακοῖς ἡ μορφὴ τὴν εὐγένειαν.” “Ὁ σὸσ” εἶπεν “οἰκέτης, ὅτι αὐτῷ μὴ πρὸς εὐνὴν ἐδούλευον.
17.5
Ὄνομά μοι Λάκαινα, Θετταλὴ τὸ γένος, καί σοι προσφέρω μου ταύτην τὴν τύχην ἱκετηρίαν. Ἀπόλυσόν με τῆς καθεστώσης συμφορᾶς· πάρασχε δέ μοι τὴν ἀσφάλειαν, ἔστ’ ἂν ἀποτίσω τὰς δισχιλίας· τοσούτου γάρ με ὁ Σωσθένης ἀπὸ τῶν λῃστῶν ἐωνήσατο.
17.6
Ποριοῦμεν δέ, εὖ ἴσθι, τὴν ταχίστην· εἰ δὲ μή, σοὶ δουλεύσομεν. Ὁρᾷς δὲ καὶ πληγαῖς ὡς κατέξηνέ με πολλαῖς.” Καὶ ἅμα διανοίξασα τὸν χιτῶνα δείκνυσι τὰ νῶτα διαγεγραμμένα ἔτι οἰκτρότερον.
17.7
Ὡς οὖν ταῦτα ἠκούσαμεν, ἐγὼ μὲν συνεχύθην· καὶ γάρ τι ἐδόκει Λευκίππης ἔχειν· ἡ δὲ Μελίτη ἔφη “θάρρει, γύναι· τούτων γάρ σε λύσομεν εἴς τε τὴν οἰκείαν προῖκα ἀποπέμψομεν. Τὸν Σωσθένην
17.8
καλεσάτω τις ἡμῖν.” Ἡ μὲν οὖν εὐθὺς τῶν δεσμῶν ἠλευθεροῦτο, ὁ δὲ παρῆν τεταραγμένος. Λέγει οὖν ἡ Μελίτη “ὦ κακὴ κεφαλή, τίνα ποτὲ κἂν τῶν ἀχρειοτάτων οἰκετῶν τεθέασαι παρ’ ἡμῖν οὕτως ᾐκισμένον; τίς αὕτη; λέγε μηδὲν ψευσάμενος.”
17.9
“Οὐκ οἶδα” εἶπεν “ὦ δέσποινα, πλὴν ἔμπορός τις, ὄνομα Καλλισθένης, ταύτην μοι πέπρακε, φάσκων ἐωνῆσθαι μὲν αὐτὴν ἀπὸ λῃστῶν, εἶναι δὲ ἐλευθέραν·