Kitap 5
17.10
ὄνομα δὲ αὐτὴν ὁ ἔμπορος ἐκάλει Λάκαιναν.” Ἡ δὲ τὸν μὲν τῆς διοικήσεως, ἧς εἶχεν, ἀπέπαυσε, τὴν δὲ παραδίδωσι θεραπαίναις, κελεύσασα λοῦσαι καὶ ἐσθῆτα ἀμφιέσαι καθαρὰν καὶ εἰς ἄστυ ἀγαγεῖν· διοικήσασα δέ τινα τῶν κατὰ τοὺς ἀγρούς, ὧν ἕνεκεν παρῆν, ἐπιβᾶσα τοῦ ὀχήματος ἅμα ἐμοί, ἐπανῄειμεν εἰς τὴν πόλιν καὶ περὶ τὸ δεῖπνον ἦμεν.
18.1
Ἑστιωμένῳ δέ μοι μεταξὺ σημαίνει νεύσας ὁ Σάτυρος προανίστασθαι, καὶ ἦν τὸ πρόσωπον ἐσπουδακώς. Σκηψάμενος οὖν ὑπό τινος τῶν κατὰ τὴν γαστέρα ἐπείγεσθαι ἐξανίσταμαι· καὶ ἐπεὶ προῆλθον,
18.2
λέγει μὲν οὐδέν, ἐπιστολὴν δὲ ὀρέγει. Λαβὼν δέ, πρὶν ἀναγνῶναί με, κατεπλάγην εὐθύς· ἐγνώρισα γὰρ Λευκίππης τὰ γράμματα. Ἐγέγραπτο δὲ τάδε· ΛΕΥΚΙΠΠΗ ΚΛΕΙΤΟΦΩΝΤΙ ΤὩ??ʼ ΔΕΣΠΟΤἩ??ʼ ΜΟΥ.
18.3
Τοῦτο γάρ σε δεῖ καλεῖν, ἐπεὶ καὶ τῆς δεσποίνης ἀνὴρ εἶ τῆς ἐμῆς. Ὅσα μὲν διὰ σὲ πέπονθα, οἶδας· ἀνάγκη δὲ νῦν ὑπομνῆσαί σε.
18.4
Διὰ σὲ τὴν μητέρα κατέλιπον καὶ πλάνην εἱλόμην, διὰ σὲ πέπονθα ναυαγίαν καὶ λῃστῶν ἠνεσχόμην· διὰ σὲ ἱερεῖον γέγονα καὶ καθαρμὸς καὶ τέθνηκα ἤδη δεύτερον, διὰ σὲ πέπραμαι καὶ ἐδέθην σιδήρῳ καὶ δίκελλαν ἐβάστασα καὶ ἔσκαψα γῆν καὶ ἐμαστιγώθην, ἵνα σὺ ὃ γέγονας ἄλλῃ γυναικὶ κἀγὼ ἑτέρῳ ἀνδρὶ γένωμαι;
18.5
Μὴ γένοιτο. Ἀλλ’ ἐγὼ μὲν ἐπὶ τοσαύταις ἀνάγκαις διεκαρτέρησα, σὺ δὲ ἄπρατος, ἀμαστίγωτος γαμεῖς. Εἴ τις οὖν τῶν πεπονημένων διὰ σὲ κεῖται χάρις, δεήθητί σου τῆς γυναικὸς ἀποπέμψαι, ὡς ἐπηγγείλατο· τὰς δὲ δισχιλίας, ἃς ὁ Σωσθένης ὑπὲρ ἐμοῦ κατεβάλετο, πίστευσον ἡμῖν καὶ ἐγγύησαι πρὸς τὴν Μελίτην ὅτι πέμψομεν· ἐγγὺς γὰρ τὸ Βυζάντιον.
18.6
Ἐὰν δὲ καὶ ἀποτίσῃς, νόμιζε μισθόν μοι δεδωκέναι τῶν ὑπὲρ σοῦ πόνων. Ἔρρωσο καὶ ὄναιο τῶν καινῶν γάμων. Ἐγὼ δὲ ἔτι σοι ταῦτα γράφω παρθένος.
19.1
Τούτοις ἐντυχὼν πάντα ἐγινόμην ὁμοῦ· ἀνεφλεγόμην, ὠχρίων, ἐθαύμαζον, ἠπίστουν, ἔχαιρον,
19.2
ἠχθόμην. Λέγω οὖν πρὸς τὸν Σάτυρον “πότερον ἐξ Ἅδου ἥκεις φέρων τὴν ἐπιστολήν, ἢ τί ταῦτα θέλει; Λευκίππη πάλιν ἀνεβίω;” “Μάλιστα” ἔφη, “καὶ ἔστιν ἣν εἶδες ἐν τοῖς ἀγροῖς. Τότε μὲν οὖν οὐδ’ ἂν ἄλλος αὐτὴν ἰδὼν ἐγνώρισεν, ἔφηβον οὕτω γενομένην· τοῦτο γὰρ ἡ τῶν τριχῶν αὐτῆς κουρὰ μόνον