Thesauros Edebiyat novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 5

21.1 Ἄρχομαι δὴ γράφειν Χαῖρέ μοι, ὦ δέσποινα Λευκίππη. Δυστυχῶ μὲν ἐν οἷς εὐτυχῶ, ὅτι σὲ παρὼν παροῦσαν ὡς ἀποδημοῦσαν ὁρῶ διὰ γραμμάτων. Εἰ μὲν οὖν τὴν ἀλήθειαν περιμένεις, μηδὲν προκαταγινώσκουσά μου, μαθήσῃ τὴν σήν με παρθενίαν μεμιμημένον, εἴ τις ἐστὶ καὶ ἐν ἀνδράσι παρθενία· εἰ δέ με χωρὶς ἀπολογίας ἤδη μεμίσηκας, ὄμνυμί σοι τοὺς σώσαντάς σε θεοὺς ὡς ἐν βραχεῖ σοι τὸ ἔργον ἀπολογήσομαι. Ἔρρωσό μοι, φιλτάτη, καὶ ἵλεως γένοιο δίδωμι δὲ τῷ Σατύρῳ τὴν ἐπιστολὴν καὶ δέομαι τὰ εἰκότα εἰπεῖν πρὸς αὐτὴν περὶ ἐμοῦ· ἐγὼ δὲ αὖθις ἐπὶ τὸ συμπόσιον ἀπῄειν, ἡδονῆς ἅμα καὶ λύπης γεγεμισμένος· ᾔδειν γὰρ τὴν Μελίτην οὐκ ἀνήσουσάν με τῆς νυκτὸς τὸ μὴ οὐ γενέσθαι τοὺς γάμους ἡμῖν· ἐμοὶ δ’ ἀδύνατον ἦν Λευκίππην ἀπολαβόντι γυναῖκα ἑτέραν κἂν ἰδεῖν.
21.2 Τὸ μὲν οὖν πρόσωπον ἐβιαζόμην μηδὲν ἀλλοῖον παρέχειν ἢ πρὶν ἦν· οὐ πάντη δὲ κρατεῖν ἠδυνάμην. Ὡς δὲ ἐνικώμην, σκήπτομαι φρίκην μοι ἐπιδραμεῖν· ἡ δὲ συνῆκε μὲν ὅτι κατὰ τῆς ὑποσχέσεως προφασίζομαι· ἐλέγχειν δὲ οὐκ ἠδύνατο τὴν πρόφασιν.
21.3 Ἐγὼ μὲν δὴ ἄδειπνος ἀνίσταμαι κοιμησόμενος, ἡ δὲ κατὰ πόδας ὡς εἶχεν ἐφ’ ἡμιτελεῖ τῷ δείπνῳ συνανίσταται. Ὡς δὲ εἰς τὸν θάλαμον παρήλθομεν, ἐγὼ μὲν ἔτι μᾶλλον ἐπέτεινον τῆς νόσου τὴν ὑπόκρισιν, ἡ δ’ ἐλιπάρει καὶ ἔλεγε “τί ταῦτα ποιεῖς; μέχρι τίνος με ἀπολλύεις; Ἰδοὺ καὶ τὴν θάλατταν διεπλεύσαμεν, ἰδοὺ καὶ Ἔφεσος ἡ προθεσμία τῶν γάμων.
21.4 Ποίαν ἔτι περιμένομεν ἡμέραν; μέχρι τίνος ὡς ἐν ἱερῷ συγκαθεύδομεν; Ποταμὸν παρατιθεὶς πολὺν κωλύεις πίνειν· τοσοῦτον χρόνον ὕδωρ ἔχουσα διψῶ ἐν αὐτῇ καθεύδουσα τῇ πηγῇ· τοιαύτην ἔχω τὴν εὐνήν,
21.5 οἵαν ὁ Τάνταλος τὴν τροφήν.” Ταῦτα ἔλεγε καὶ ἔκλαεν ἐπιθεῖσά μου τοῖς στέρνοις τὴν κεφαλὴν οὕτως ἐλεεινῶς, ὥστε παθεῖν μέ τι τὴν ψυχήν. Οὐκ εἶχον δὲ ὅστις γένωμαι· καὶ γὰρ ἐδόκει μοι δίκαια ἐγκαλεῖν.
21.6 Λέγω οὖν πρὸς αὐτὴν “ὄμνυμί σοι, φιλτάτη, τοὺς πατρῴους θεούς· ἦ μὴν σφόδρα καὶ αὐτὸς ἐπείγομαί σου τὴν σπουδὴν ἀμείψασθαι. Ἀλλ’ οὐκ οἶδα” ἔφην “τί πέπονθα· νόσος γάρ μοι ἐξαίφνης ἐνέπεσεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi