Thesauros Edebiyat novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 5

22.8 Ἡ μὲν δὴ Μελίτη ῥᾴων ἐγεγόνει καὶ μόνον ἐλπίσασα· τὰ γὰρ ἡδέα τῶν πραγμάτων κἂν μήπω παρῇ τέρπει ταῖς ἐλπίσιν.
23.1 Ἐγὼ δὲ τούτων ἐπιστάμενος οὐδὲν ἠθύμουν μὲν σκοπῶν πῶς ἂν διακρουσαίμην καὶ τὴν ἐπιοῦσαν νύκτα τὴν γυναῖκα καὶ πῶς ἂν συντυχεῖν Λευκίππῃ δυναίμην.
23.2 Ἐδόκει δέ μοι κἀκείνη τὴν ἴσην σπουδὴν ποιεῖσθαι τοῦ ἀπελθεῖν δι’ αὐτὴν εἰς τοὺς ἀγρούς, καὶ περὶ τὴν ἑσπέραν αὖθις ἥκειν. Ἔμελλε τῇ Λευκίππῃ παρέξειν ὄχημα καὶ Ἡμεῖς δὲ ἐπὶ τὸν πότον ᾖμεν.
23.3 Ἄρτι δὲ κατακλιθέντων ἡμῶν θόρυβος πολὺς κατὰ τὸν ἀνδρῶνα ἀκούεται καὶ συνδρομή, καὶ εἰστρέχει τις τῶν θεραπόντων, ἀσθμαίνων ἅμα καὶ
23.4 λέγων “Θέρσανδρος ζῇ καὶ πάρεστιν.” Ἦν δὲ ὁ Θέρσανδρος οὗτος ὁ τῆς Μελίτης ἀνήρ, ὃν ἐνόμιζε τεθνηκέναι κατὰ θάλασσαν. Τῶν γὰρ συνόντων αὐτῷ τινες οἰκετῶν, ὡς περιετράπη τὸ σκάφος, σωθέντες καὶ νομίσαντες ἀπολωλέναι, τοῦτο ἀπαγγείλαντες ἔτυχον. Ἅμα οὖν ὁ οἰκέτης εἶπε καὶ ὁ Θέρσανδρος κατὰ πόδας εἰστρέχει· πάντα γὰρ τὰ περὶ ἐμοῦ πυθόμενος κατὰ τὴν ὁδόν, ἔσπευδε φθάσας καταλαβεῖν με.
23.5 Ἡ μὲν δὴ Μελίτη ἀνέθορεν ὑπ’ ἐκπλήξεως τοῦ παραλόγου καὶ περιβάλλειν ἐπεχείρει τὸν ἄνδρα· ὁ δὲ τὴν μὲν ὡς εἶχεν ὠθεῖ μάλα ἐρρωμένως, ἐμὲ δὲ ἰδὼν καὶ εἰπὼν “ὁ μοιχὸς οὗτοσ” ἐμπηδᾷ καὶ ῥαπίζει με κατὰ κόρρης πληγὴν θυμοῦ γέμουσαν, ἑλκύσας δὲ τῶν τριχῶν ῥάσσει πρὸς τοὔδαφος καὶ προσπίπτων κατακόπτει με πληγαῖς.
23.6 Ἐγὼ δὲ ὥσπερ ἐν μυστηρίῳ μηδὲν ᾔδειν, μήθ’ ὅστις ὁ ἄνθρωπος ἦν μήθ’ οὗ χάριν ἔτυπτεν, ὑποπτεύσας δὲ μανικὸν εἶναι ἐδεδοίκειν ἀμύνασθαι, καίτοι δυνάμενος.
23.7 Ἐπεὶ δὲ ἐκάμομεν ὁ μὲν τύπτων, ἐγὼ δὲ φιλοσοφῶν, λέγω πρὸς αὐτὸν ἀναστὰς “τίς ποτε εἶ, ὦ ἄνθρωπε, καὶ τι με οὕτως ᾐκίσω;” Ὁ δὲ ἔτι μᾶλλον ὀργισθεὶς ὅτι καὶ φωνὴν ἀφῆκα, ῥαπίζει πάλιν καὶ καλεῖ δεσμὰ καὶ πέδας. Δεσμεύουσιν οὖν με καὶ ἄγουσιν εἴς τι δωμάτιον.
24.1 Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, λανθάνει με διαρρυεῖσα ἡ τῆς Λευκίππης ἐπιστολή· ἔτυχον γὰρ αὐτὴν εἴσω τοῦ χιτωνίσκου προσδεδεμένην ἐκ τῶν τῆς ὀθόνης θυσάνων ἔχων· καὶ ἡ Μελίτη ἀναιρεῖται λαθοῦσα· ἐδεδίει γὰρ μή τινα τῶν πρός με αὐτῆς γραμμάτων ἦν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi