Thesauros Edebiyat novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 5

24.2 Ὡς δὲ ἀνέγνω καθ’ ἑαυτὴν γενομένη καὶ τὸ τῆς Λευκίππης εὗρεν ὄνομα, βάλλεται μὲν εὐθέως τὴν καρδίαν γνωρίσασα τοὔνομα, οὐ μὴν αὐτὴν ἐνόμιζεν εἶναι τῷ πολλάκις αὐτὴν ἀκοῦσαι τετελευτηκέναι.
24.3 Ὡς δὲ προϊοῦσα καὶ τοῖς λοιποῖς τῶν γεγραμμένων ἐνέτυχε, πᾶσαν μαθοῦσα τὴν ἀλήθειαν ἐμεμέριστο πολλοῖς ἅμα τὴν ψυχήν, αἰδοῖ καὶ ὀργῇ καὶ ἔρωτι καὶ ζηλοτυπίᾳ· ᾐσχύνετο τὸν ἄνδρα, ὠργίζετο τοῖς γράμμασιν, ὁ ἔρως ἐμάραινε τὴν ὀργήν, ἐξῆπτε τὸν ἔρωτα ἡ ζηλοτυπία, καὶ τέλος ἐκράτησεν ὁ ἔρως.
25.1 Ἦν δὲ πρὸς ἑσπέραν, καὶ ἔτυχεν Θέρσανδρος ἐκ τῆς πρώτης ὀργῆς πρὸς ἑταῖρόν τινα τῶν ἐγχωρίων ἐκθορών. Ἡ δὲ διαλεχθεῖσα τῷ τὴν φυλακὴν τὴν ἐμὴν πεπιστευμένῳ εἰσέρχεται πρός με λαθοῦσα τοὺς ἄλλους, θεράποντας δύο τοῦ δωματίου προκαθίσασα,
25.2 καὶ καταλαμβάνει χαμαὶ καταβεβλημένον. Παραστᾶσα οὖν πάντα ἤθελεν εἰπεῖν ὁμοῦ, καὶ τὸ σχῆμα τοῦ προσώπου τοσαῦτα εἶχεν, ὅσα εἰπεῖν ἤθελεν. “Ὦ δυστυχὴς ἐγὼ καὶ ἐπὶ τῷ ἐμαυτῆς κακῷ τεθεαμένη σε, τὸ μὲν πρῶτον ἀτέλεστα ἐρασθεῖσα καὶ μετὰ πάσης ἀνοίας, ἣ καὶ μισουμένη τὸν μισοῦντα φιλῶ καὶ ὀδυνωμένη τὸν ὀδυνῶντα ἐλεῶ, καὶ οὐδὲ ὕβρις τὸν ἔρωτα παύει.
25.3 Ὦ ζεῦγος κατ’ ἐμοῦ γοήτων, ἀνδρὸς καὶ γυναικός. Ὁ μὲν τοσοῦτόν μου χρόνον κατεγέλα, ἡ δὲ ἀπῆλθε κομιοῦσά μοι φίλτρον· ἐγὼ δὲ ἡ κακοδαίμων ἠγνόουν αἰτοῦσα παρὰ τῶν ἐχθίστων
25.4 κατ’ ἐμαυτῆς φάρμακον.” Καὶ ἅμα τὴν ἐπιστολὴν τῆς Λευκίππης μοι προσέρριψεν. Ἰδὼν οὖν καὶ γνωρίσας ἔφριξα καὶ ἔβλεπον εἰς γῆν ὡς ἐληλεγμένος· ἡ δὲ ἐτραγῴδει πάλιν “οἴμοι δειλαία τῶν κακῶν· καὶ γὰρ τὸν ἄνδρα ἀπώλεσα διὰ σέ, οὐδὲ ἂν ἔχοιμι σὲ τοῦ λοιποῦ χρόνου κἂν μέχρι τῶν ὀμμάτων τῶν κενῶν,
25.5 ἐπεὶ μὴ δεδύνησαι τούτων πλέον. Οἶδα ὅτι ὁ ἀνήρ με μισεῖ καὶ μοιχείαν κατέγνωκεν ἐπὶ σοί, μοιχείαν ἄκαρπον, μοιχείαν ἀναφρόδιτον, ἧς μόνον τὴν λοιδορίαν κεκέρδακα. Αἱ μὲν γὰρ ἄλλαι γυναῖκες μισθὸν τῆς αἰσχύνης ἔχουσι τὴν τῆς ἐπιθυμίας ἡδονήν, ἐγὼ δὲ ἡ δυστυχὴς τὴν μὲν αἰσχύνην ἐκαρπωσάμην,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi