Kitap 5
11.2
Ὢ τῶν ἐξώρων εὐτυχημάτων, ὦ μακάριος ἐγὼ παρὰ μίαν ἡμέραν. Μετὰ θάνατον γάμοι, μετὰ θρῆνον ὑμέναιοι. Τίνα μοι δίδωσι νύμφην ἡ Τύχη; ἣν οὐδὲ ὁλόκληρόν μοι δέδωκε νεκράν.”
11.3
“Οὐ θρήνων νῦν καιρὸσ” ὁ Κλεινίας εἶπεν, “ἀλλὰ σκεψώμεθα, πότερον εἰς τὴν πατρίδα σοι νῦν ἀνακομιστέον ἢ τὸν πατέρα ἐνταῦθα ἀναμενετέον.” “Οὐδέτερον” εἶπον· ʽποίῳ γὰρ ἂν ἴδοιμι προσώπῳ τὸν πατέρα, μάλιστα μὲν οὕτως αἰσχρῶς φυγών, εἶτα καὶ τὴν παρακαταθήκην αὐτῷ τἀδελφοῦ διαφθείρας; φεύγειν οὖν ἐντεῦθεν ὑπολείπεται πρὶν ἥκειν αὐτόν.ʼ
11.4
Ἐν τούτῳ δὴ ὁ Μενέλαος εἰσέρχεται καὶ ὁ Σάτυρος μετ’ αὐτοῦ, καὶ τόν τε Κλεινίαν περιπτύσσονται καὶ μανθάνουσι παρ’ ἡμῶν τὰ πεπραγμένα. Καὶ ὁ Σάτυρος “ἀλλ’ ἔστι σοι” ἔφη “τὰ παρόντα θέσθαι καλῶς καὶ ἐλεῆσαι ψυχὴν ἐπὶ σοὶ φλεγομένην·
11.5
ἀκουσάτω δὲ καὶ ὁ Κλεινίας. Ἡ γὰρ Ἀφροδίτη μέγα τούτῳ παρέσχεν ἀγαθόν, ὁ δ’ οὐκ ἐθέλει λαβεῖν· γυναῖκα γὰρ ἐξέμηνεν ἐπ’ αὐτὸν πάνυ καλήν, ὥστε ἂν ἰδὼν αὐτὴν εἴποις ἄγαλμα, Ἐφεσίαν τὸ γένος,
11.6
ὄνομα Μελίτην· πλοῦτος πολὺς καὶ ἡλικία νέα. Τέθνηκε δ’ αὐτῆς προσφάτως ὁ ἀνὴρ κατὰ θάλατταν, βούλεται δὲ τοῦτον ἔχειν δεσπότην ʽοὐ γὰρ ἄνδρα ἐρὦ καὶ δίδωσιν ἑαυτὴν καὶ πᾶσαν ἑαυτῆς τὴν οὐσίαν· δι’ αὐτὸν γὰρ τέτταρας μῆνας νῦν ἐνθάδε διέτριψεν, ἀκολουθῆσαι δεομένη. Ὁ δὲ οὐκ οἶδα τί παθὼν ὑπερηφανεῖ, νομίζων αὐτῷ Λευκίππην ἀναβιώσεσθαι.”
12.1
Καὶ ὁ Κλεινίας “οὐκ ἀπὸ τρόπου δοκεῖ μοι” φησὶν “ὁ Σάτυρος λέγειν· κάλλος γὰρ καὶ πλοῦτος καὶ ἔρως εἰ συνῆλθον ἐπὶ σέ, οὐχ ἕδρας ἔργον οὐδ᾽ ἀναβολῆς. Τὸ μὲν γὰρ κάλλος ἡδονήν, ὁ δὲ πλοῦτος τρυφήν, ὁ δὲ ἔρως αἰδῶ· μισεῖ δὲ ὁ θεὸς τοὺς ἀλαζόνας.
12.2
Φέρε πείσθητι τῷ Σατύρῳ καὶ χάρισαι τῷ θεῷ.” Κἀγὼ στενάξας “ἄγε με” εἶπον “ὅποι θέλεις, εἰ καὶ Κλεινίᾳ τοῦτο δοκεῖ· μόνον ὅπως τὸ γύναιόν μοι μὴ παράσχῃ πράγματα ἐπείγουσα πρὸς τὸ ἔργον,