Thesauros Edebiyat novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 6

17.4 Παλαιὸν γὰρ ἔρωτα μαραίνει νέος ἔρως· γυνὴ δὲ καὶ μάλιστα τὸ παρὸν φιλεῖ, τοῦ δ’ ἀπόντος, ἕως καινὸν οὐχ εὗρε, μνημονεύει· προσλαβοῦσα δὲ ἕτερον, τὸν πρότερον τῆς ψυχῆς ἀπήλειψε.”
17.5 Ταῦτα ἀκούσας ὁ Θέρσανδρος ἠγέρθη· λόγος γὰρ ἐλπίδος εἰς τὸ τυχεῖν ἔρωτος ἐς πειθὼ ῥᾴδιος· τὸ γὰρ ἐπιθυμοῦν σύμμαχον ὃ θέλει λαβὸν ἐγείρει τὴν ἐλπίδα.
18.1 Διαλιπὼν οὖν ὀλίγον ἐφ’ οἷς πρὸς ἑαυτὴν ἐλάλησεν ἡ Λευκίππη, ὡς ἂν μὴ δοκοίη τι κατακοῦσαι τῶν ὑπ’ αὐτῆς εἰρημένων, εἰσέρχεται σχηματίσας ἑαυτὸν εἰς τὸ ἐπαγωγότερον πρὸς θέαν, ὡς ᾤετο. Ἐπεὶ δὲ εἶδε τὴν Λευκίππην, ἀνεφλέγη τὴν ψυχήν,
18.2 καὶ ἔδοξεν αὐτῷ τότε καλλίων γεγονέναι. Θρέψας γὰρ ὅλης τῆς νυκτὸς τὸ πῦρ, ὅσον χρόνον ἀπελείφθη τῆς κόρης, ἀνεζωπύρησεν ἐξαίφνης ὕλην λαβὼν εἰς τὴν φλόγα τὴν θέαν, καὶ μικροῦ μὲν προσπεσὼν περιεχύθη τῇ κόρῃ. Καρτερήσας δ’ οὖν καὶ παρακαθίσας διελέγετο ἄλλοτε ἄλλα ῥήματα συνάπτων οὐκ ἔχοντα νοῦν.
18.3 Τοιοῦτοι γὰρ οἱ ἐρῶντες, ὅταν πρὸς τὰς ἐρωμένας ζητήσωσι λαλεῖν. Οὐ γὰρ ἐπιστήσαντες τὸν λογισμὸν τοῖς λόγοις, ἀλλὰ τὴν ψυχὴν εἰς τὸ ἐρώμενον ἔχοντες τῇ γλώττῃ μόνον χωρὶς ἡνιόχου τοῦ λογισμοῦ λαλοῦσιν.
18.4 Ἅμα οὖν συνδιαλεγόμενος καὶ ἐπιθεὶς τὴν χεῖρα τῷ τραχήλῳ περιέβαλεν, ὡς μέλλων φιλήσειν· ἡ δὲ προϊδοῦσα τῆς χειρὸς τὴν ὁδὸν νεύει κάτω καὶ εἰς τὸν κόλπον κατεδύετο.
18.5 Ὁ δὲ οὐδὲν ἧττον περιβαλὼν ἀνέλκειν τὸ πρόσωπον ἐβιάζετο· ἡ δὲ ἀντικατεδύετο καὶ ἀπεκρούετο τὰ φιλήματα. Ὡς δὲ χρόνος ἐγίνετο τῇ τῆς χειρὸς πάλῃ, φιλονεικία λαμβάνει τὸν Θέρσανδρον ἐρωτική, καὶ τὴν μὲν λαιὰν ὑποβαλὼν τῷ προσώπῳ κάτω, τῇ δὲ δεξιᾷ τῆς κόμης λαβόμενος τῇ μὲν εἷλκεν εἰς τοὐπίσω, τῇ δὲ τὸν ἀνθερεῶνα ὑπερείδων ἀνεώθει.
18.6 Ὡς δέ ποτε ἐπαύσατο τῆς βίας ἢ τυχὼν ἢ μὴ τυχὼν ἢ καμών, λέγει πρὸς αὐτὸν ἡ Λευκίππη “οὔτε ὡς ἐλεύθερος ποιεῖς οὔτε ὡς εὐγενής· καὶ σὺ μιμῇ Σωσθένην· ἄξιος ὁ δοῦλος τοῦ δεσπότου. Ἀλλὰ ἀπέχου τοῦ λοιποῦ, μηδὲ ἐλπίσῃς τυχεῖν, πλὴν εἰ μὴ γένῃ Κλειτοφῶν.”

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi