Thesauros Edebiyat novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 6

20.2 Οὐκ ἀγαπᾷς ὅτι σοι λαλῶ, καὶ μεγάλην εὐτυχίαν δοκεῖς τὸν σὸν καταφιλῆσαι δεσπότην, ἀλλὰ ἀκκίζῃ καὶ σχηματίζῃ πρὸς ἀπόνοιαν; Ἐγὼ μέν σε καὶ πεπορνεῦσθαι δοκῶ· καὶ γὰρ μοιχὸν φιλεῖς.
20.3 Ἀλλ’ ἐπειδὴ μὴ θέλεις ἐραστοῦ μου πεῖραν λαβεῖν, πειράσῃ δεσπότου.” Καὶ ἡ Λευκίππη “κἂν τυραννεῖν ἐθέλῃς κἀγὼ τυραννεῖσθαι, πλὴν οὐ βιάσῃ·” καὶ πρὸς τὸν Σωσθένην ἰσοῦσα “μαρτύρησον” εἶπεν αὐτῷ “πῶς πρὸς τὰς αἰκίας ἔχω· σὺ γάρ με καὶ
20.4 μᾶλλον ἠδίκησας.” Καὶ ὁ Σωσθένης αἰσχυνθεὶς ὡς ἐληλεγμένος “ταύτην” εἶπεν “ὦ δέσποτα, ξανθῆναι μάστιξι δεῖ καὶ μυρίαις βασάνοις περιπεσεῖν, ὡς ἂν μάθῃ δεσπότου μὴ καταφρονεῖν.”
21.1 “Πείσθητι τῷ Σωσθένει” φησὶν ἡ Λευκίππη· “συμβουλεύει γὰρ καλῶς· τὰς βασάνους παράστησον. Φερέτω τροχόν· ἰδοὺ χεῖρες, τεινέτω. Φερέτω καὶ μάστιγας· ἰδοὺ νῶτον, τυπτέτω. Κομιζέτω πῦρ·
21.2 ἰδοὺ σῶμα, καέτω. Φερέτω καὶ σίδηρον· ἰδοὺ δέρη, σφαζέτω. Ἀγῶνα θεάσασθε καινόν· πρὸς πάσας τὰς βασάνους ἀγωνίζεται μία γυνὴ καὶ πάντα νικᾷ. Εἶτα Κλειτοφῶντα μοιχὸν καλεῖς, αὐτὸς μοιχὸς ὤν; οὐδὲ τὴν Ἄρτεμιν, εἰπέ μοι, τὴν σὴν φοβῇ, ἀλλὰ βιάζῃ παρθένον ἐν πόλει παρθένου; Δέσποινα, ποῦ σοι τὰ τόξα;” “Παρθένος σύ;” εἶπεν ὁ Θέρσανδρος·
21.3 “ὢ τόλμης καὶ γέλωτος. Παρθένος τοσούτοις συννυκτερεύσασα πειραταῖς; εὐνοῦχοί σοι γεγόνασιν οἱ λῃσταί; φιλοσόφων ἦν τὸ πειρατήριον; οὐδεὶς ἐν αὐτοῖς εἶχεν ὀφθαλμούς;”
22.1 Καὶ ἡ Λευκίππη εἶπεν “εἰ παρθένος καὶ μετὰ Σωσθένην ἐγὼ πυθοῦ Σωσθένους· οὗτος γὰρ ὄντως γέγονέ μοι λῃστής· ἐκεῖνοι γὰρ ἦσαν ὑμῶν μετριώτεροι,
22.2 καὶ οὐδεὶς οὐδεὶς αὐτῶν ἦν οὕτως ὑβριστής· εἰ δὲ ὑμεῖς τοιαῦτα ποιεῖτε, ἀληθινὸν τοῦτο πειρατήριον. Εἶτα οὐκ αἰσχύνεσθε ποιοῦντες ἃ μὴ τετολμήκασιν οἱ λῃσταί; λανθάνεις δὲ ἐγκώμιόν μοι διδοὺς πλεῖον διὰ ταύτης σου τῆς ἀναισχυντίας· καί τις ἐρεῖ, ἂν νῦν μαινόμενος φονεύσῃς, “Λευκίππη παρθένος καὶ μετὰ βουκόλους, παρθένος καὶ μετὰ Χαιρέαν, παρθένος καὶ μετὰ Σωσθένην.” Ἀλλὰ μέτρια ταῦτα·
22.3 τὸ δὲ μεῖζον ἐγκώμιον, καὶ μετὰ Θέρσανδρον παρθένος, τὸν καὶ λῃστῶν ἀσελγέστερον· ἂν ὑβρίσαι μὴ δυνηθῇ,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi