Thesauros Edebiyat novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 6

4.1 Ἐπῄνεσεν ὁ Θέρσανδρος καὶ ἐκέλευσε τοῦτο ποιεῖν. Ἔρχεται δὴ σπουδῇ μάλα ὁ Σωσθένης εἰς τοὺς ἀγρούς, καὶ τὴν καλύβην ἑωρακώς, ἔνθα ἡ Λευκίππη διανυκτερεύειν ἔμελλε, δύο τῶν ἐργατῶν παραλαβών, τοὺς μὲν κελεύει τὰς θεραπαινίδας, αἵπερ ἦσαν ἅμα τῇ Λευκίππῃ παροῦσαι, περιελθεῖν δόλῳ καὶ καλεσαμένους ὅτι πορρωτάτω διατρίβειν ἔχοντας ἐφ’ ὁμιλίᾳ·
4.2 δύο δὲ ἄλλους ἐπαγαγών, ὡς εἶδε τὴν Λευκίππην μόνην, εἰσπηδήσας καὶ τὸ στόμα ἐπισχὼν συναρπάζει καὶ κατὰ θάτερα τῆς τῶν θεραπαινίδων ἐκτροπῆς χωρεῖ, φέρων εἴς τι δωμάτιον ἀπόρρητον, καὶ καταθέμενος λέγει πρὸς αὐτήν “ἥκω σοι φέρων σωρὸν ἀγαθῶν, ἀλλ’ ὅπως εὐτυχήσασα μὴ ἐπιλήσῃ μου.
4.3 Μὴ γὰρ φοβηθῇς ταύτην τὴν ἁρπαγήν, μηδὲ ἐπὶ κακῷ τῷ σῷ γεγονέναι δόξῃς· αὕτη γὰρ τὸν δεσπότην τὸν ἐμὸν ἐραστήν σοι προξενεῖ.” Ἡ μὲν δὴ τῷ παραλόγῳ τῆς συμφορᾶς ἐκπλαγεῖσα ἐσιώπησεν, ὁ δὲ ἐπὶ τὸν Θέρσανδρον ἔρχεται καὶ λέγει τὰ πεπραγμένα· ἔτυχε δὲ ὁ Θέρσανδρος ἐπανιὼν εἰς τὴν οἰκίαν.
4.4 Τοῦ δὲ Σωσθένους αὐτῷ μηνύσαντος τὰ περὶ τῆς Λευκίππης καὶ κατατραγῳδοῦντος αὐτῆς τὸ κάλλος, μεστὸς γενόμενος ἐκ τῶν εἰρημένων ὡσεὶ κάλλους φαντάσματος, φύσει καλοῦ, παννυχίδος οὔσης καὶ ὄντων μεταξὺ τεττάρων σταδίων ἐπὶ τοὺς ἀγρούς, ἡγεῖσθαι κελεύσας ἐπ’ αὐτὴν χωρεῖν ἔμελλεν.
5.1 Ἐν τούτῳ δὲ ἐγὼ τὴν ἐσθῆτα τῆς Μελίτης εἶχον ἠμφιεσμένος καὶ ἀπερισκέπτως ἐμπίπτω κατὰ πρόσωπον αὐτοῖς, καί με ὁ Σωσθένης πρῶτος γνωρίσας “ἀλλ’ ἰδοὺ” φησὶν “οὗτος ὁ μοιχὸς βακχεύων ἡμῖν
5.2 ἔπεισι καὶ τῆς σῆς γυναικὸς ἔχων λάφυρα.” Ὁ μὲν οὖν νεανίσκος ἔτυχε προηγούμενος καὶ προϊδὼν ἀποφεύγει, μὴ λαβὼν καιρὸν ὑπὸ δέους κἀμοὶ προμηνῦσαι· ἐμὲ δὲ ἰδόντες συλλαμβάνουσι, καὶ ὁ Θέρσανδρος βοᾷ, καὶ πλῆθος τῶν παννυχιζόντων συνέρρει.
5.3 Ἔτι μᾶλλον οὖν ὁ Θέρσανδρος ἐδεινοπάθει, ῥητὰ μὲν καὶ ἄρρητα βοῶν, τὸν μοιχόν, τὸν λωποδύτην· ἄγει δέ με εἰς τὸ δεσμωτήριον καὶ παραδίδωσιν ἔγκλημα μοιχείας ἐπιφέρων.
5.4 Ἐμὲ δὲ ἐλύπει τούτων μὲν οὐδέν, οὔθ’ ἡ τῶν δεσμῶν ὕβρις οὔθ̓ ἡ τῶν λόγων αἰκία· καὶ γὰρ ἐθάρρουν τῷ λόγῳ περιέσεσθαι μὴ μοιχὸς εἶναι, γῆμαι δὲ ἐμφανῶς· δέος δέ με περὶ τῆς Λευκίππης εἶχεν οὔπω σαφῶς αὐτὴν ἀπολαβόντα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi