Thesauros Edebiyat novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 6

11.3 Ὁ δὲ Σωσθένης προπέμψας μέχρι τινὸς τὸν Θέρσανδρον καὶ καθυποσχόμενος περὶ τῆς Λευκίππης αὖθις ἀναστρέφει πρὸς αὐτὴν καὶ σχηματίσας τὸ πρόσωπον εἰς ἡδονὴν “κατωρθώσαμεν” εἶπεν “ὦ Λάκαινα· Θέρσανδρος ἐρᾷ σου καὶ μαίνεται, ὥστε τάχα καὶ γυναῖκα ποιήσεταί σε· τὸ δὲ κατόρθωμα τοῦτο ἐμόν.
11.4 Ἐγὼ γάρ σου πρὸς αὐτὸν περὶ τοῦ κάλλους πολλὰ ἐτερατευσάμην καὶ τὴν ψυχὴν αὐτοῦ φαντασίας ἐγέμισα. Τί κλάεις; ἀνάστηθι καὶ θῦε ἐπὶ τοῖς εὐτυχήμασιν Ἀφροδίτῃ· μνημόνευε δὲ κἀμοῦ.”
12.1 Καὶ ἡ Λευκίππη “τοιαῦτα σοὶ” ἔφη “γένοιτο εὐτυχήματα, οἷα ἐμοὶ κομίζων πάρει.” Ὁ δὲ Σωσθένης τὴν εἰρωνείαν οὐ συνείς, ἀλλὰ νομίζων αὐτὴν τὰ ὄντα λέγειν, φιλοφρονούμενος προσετίθει “βούλομαι δέ σοι καὶ τὸν Θέρσανδρον ὅστις ἐστὶν εἰπεῖν, ὡς ἂν μᾶλλον ἡσθείης.
12.2 Μελέτης μὲν ἀνήρ, ἣν εἶδες ἐν τοῖς ἀγροῖς, γένει δὲ πρῶτος ἁπάντων τῶν Ἰώνων· πλοῦτος μείζων τοῦ γένους, ὑπὲρ τὸν πλοῦτον ἡ χρηστότης· τὴν δὲ ἡλικίαν οἷός ἐστιν εἶδες, ὅτι νέος καὶ καλός,
12.3 ὃ μάλιστα τέρπει γυναῖκα.” Πρὸς τοῦτο οὐχ ὑπήνεγκεν ἡ Λευκίππη ληροῦντα τὸν Σωσθένην, ἀλλ’ “ὦ κακὸν σὺ θηρίον” ἔφη “μέχρι τίνος μοι
12.4 μιαίνεις τὰ ὦτα; Τί ἐμοὶ καὶ Θερσάνδρῳ κοινόν; Καλὸς ἔστω Μελίτῃ καὶ πλούσιος τῇ πόλει, χρηστός τε καὶ μεγαλόψυχος τοῖς δεομένοις· ἐμοὶ δὲ οὐδὲν μέλει τούτων, εἴτε ἐστὶ καὶ Κόδρου εὐγενέστερος εἴτε Κροίσου πλουσιώτερος.
12.5 Τί μοι καταλέγεις σωρὸν ἀλλοτρίων ἐγκωμίων; Τότε ἐπαινέσω Θέρσανδρον ὡς ἄνδρα ἀγαθόν, ὅταν εἰς τὰς ἀλλοτρίας μὴ ἐνυβρίζῃ γυναῖκας.”
13.1 Καὶ ὁ Σωσθένης σπουδάσας εἶπε “παίζεις.” “Πῶς παίζω;” ἔφη. “Ἔα με, ἄνθρωπε, ὑπὸ τῆς ἐμαυτῆς συντρίβεσθαι τύχης καὶ τοῦ κατέχοντός με δαίμονος· οἶδα γὰρ οὖσα ἐν πειρατηρίῳ.” “Δοκεῖς μοι” ἔφη “μαίνεσθαι μανίαν ἀνήκεστον.
13.2 Πειρατήριον ταῦτα εἶναί σοι δοκεῖ, πλοῦτος καὶ γάμος καὶ τρυφή, ἄνδρα τοιοῦτον λαβούσῃ παρὰ τῆς Τύχης, ὃν οὕτω φιλοῦσιν οἱ θεοί, ὡς αὐτὸν καὶ ἐκ μέσων τῶν τοῦ θανάτου πυλῶν ἀναγαγεῖν;” Εἶτα κατέλεγε τὴν ναυαγίαν, ἐκθειάζων ὡς ἐσώθη, καὶ τερατευόμενος ὑπὲρ τὸν δελφῖνα τὸν Ἀρίονος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi