Thesauros Edebiyat novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 6

13.3 Ὡς δ’ οὐδὲν ἡ Λευκίππη οὐκέτι μυθολογοῦντα πρὸς αὐτὸν εἶπε, “σκέψαι” ἔφη “κατὰ σὲ τί ἄμεινον, καὶ ὅπως μηδὲν τούτων πρὸς Θέρσανδρον ἐρεῖς, μὴ παροξύνῃς χρηστὸν ἄνδρα·
13.4 ὀργισθεὶς γὰρ ἀφόρητός ἐστι. Χρηστότης γὰρ τυγχάνουσα μὲν χάριτος ἐπὶ μᾶλλον αὔξεται, προπηλακισθεῖσα δὲ εἰς ὀργὴν ἐρεθίζεται. Τὸ γὰρ περιττὸν εἰς φιλανθρωπίαν ἴσον ἔχει τὸν θυμὸν εἰς τιμωρίαν.”
14.1 Τὰ μὲν δὴ κατὰ Λευκίππην εἶχεν οὕτως· Κλεινίας δὲ καὶ ὁ Σάτυρος πυθόμενοί με ἐν τῷ δεσμωτηρίῳ καθεῖρχθαι ʽδιηγγέλκει γὰρ αὐτοῖς ἡ Μελίτἠ τῆς νυκτὸς εὐθὺς ἐπὶ τὸ οἴκημα σπουδῇ παρῆσαν. Καὶ ἤθελον μὲν αὐτοῦ καταμεῖναι σὺν ἐμοί, ὁ δὲ ἐπὶ τῶν δεσμῶν οὐκ ἐπέτρεπεν, ἀλλ’ ἐκέλευεν ἀπαλλάττεσθαι αὐτοὺς τὴν ταχίστην.
14.2 Ὁ μὲν δὴ τούτους ἀπήλασεν ἄκοντας, ἐγὼ δὲ ἐντειλάμενος αὐτοῖς περὶ τῆς Λευκίππης, εἰ παραγένοιτο, περὶ τὴν ἕω σπουδῇ πρός με ἥκειν, καὶ τὰς τῆς Μελίτης διηγησάμενος ὑποσχέσεις, τὴν ψυχὴν εἶχον ἐπὶ τρυτάνης ἐλπίδος καὶ φόβου, καὶ ἐφοβεῖτό μου τὸ ἐλπίζον καὶ ἤλπιζε τὸ φοβούμενον.
15.1 Ἡμέρας δὲ γενομένης ὁ μὲν Σωσθένης ἐπὶ τὸν Θέρσανδρον ἔσπευδεν, οἱ δὲ ἀμφὶ τὸν Σάτυρον ἐπ̓ ἐμέ. Ὡς δὲ εἶδεν ὁ Θέρσανδρος τὸν Σωσθένην, ἐπυνθάνετο πῶς ἔχει τὰ κατὰ τὴν κόρην εἰς πειθὼ πρὸς αὐτόν.
15.2 Ὁ δὲ τὸν μὲν ὄντα λόγον οὐ λέγει, σοφίζεται δέ τι μάλα πιθανῶς. “Ἀρνεῖται μὲν γὰρ” εἶπεν, “οὐ μὴν ἡγοῦμαι τὴν ἄρνησιν αὐτῆς οὕτως ἔχειν ἁπλῶς, ἀλλ’ ὑπονοεῖν μοι δοκεῖ σε χρησάμενον ἅπαξ ἀφήσειν,
15.3 καὶ ὀκνεῖ τὴν ὕβριν.” “Ἀλλὰ τούτου γε ἕνεκεν” εἶπεν ὁ Θέρσανδρος “θαρρείτω· τὸ γὰρ ἐμὸν οὕτως ἔχει πρὸς αὐτήν, ὡς ἀθάνατον εἶναι. Ἓν δὲ μόνον φοβοῦμαι καὶ ἐπείγομαι μαθεῖν περὶ τῆς κόρης, εἰ τῷ ὄντι γυνὴ τυγχάνει τοῦ νεανίσκου γενομένη, ὡς ἡ Μελίτη μοι διηγήσατο.”
15.4 Ταῦτα διαλεγόμενοι παρῆσαν ἐπὶ τὸ τῆς Λευκίππης δωμάτιον. Ἐπεὶ δὲ πλησίον ἐγένοντο τῶν θυρῶν, ἀκούουσιν αὐτῆς ποτνιωμένης. Ἔστησαν οὖν ἀψοφητὶ κατόπιν τῶν θυρῶν.
16.1 “Οἴμοι Κλειτοφῶν” ʽτοῦτο γὰρ ἔλεγε πολλάκισ̓ “οὐκ οἶδας ποῦ γέγονα καὶ ποῦ καθεῖργμαι· οὐδὲ γὰρ ἐγὼ τίς σὲ κατέχει τύχη, ἀλλὰ τὴν αὐτὴν ἄγνοιαν δυστυχοῦμεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi