Kitap 7
14.6
παρὰ σοί.” Καὶ ὁ Κλεινίας ἀκούσας τοῦ τῆς Ἀρτέμιδος ἐνυπνίου περιχαρὴς ἐγένετο καὶ λέγει “θάρρει, πάτερ, ἡ Ἄρτεμις οὐ ψεύδεται· ζῇ σοι Λευκίππη· πίστευσόν μου τοῖς μαντεύμασιν. Οὐχ ὁρᾷς καὶ τοῦτον ὡς ἐκ τῶν βασάνων νῦν κρεμάμενον ἐξήρπασεν;”
15.1
Ἐν τούτῳ δὲ ἔρχεταί τις τῶν τοῦ νεὼ προπόλων ἐπὶ τὸν ἱερέα σπουδῇ μάλα θέων καὶ λέγει πάντων ἀκουόντων “κόρη τις ἐπὶ τὴν Ἄρτεμιν ξένη κατέφυγεν.” Ἐγὼ μὲν δὴ τοῦτο ἀκούσας ἀναπτεροῦμαι καὶ τὰ ὄμματα ἀνεγείρω καὶ ἀναβιοῦν ἠρχόμην· ὁ δὲ Κλεινίας πρὸς τὸν Σώστρατον “ἀληθῆ μου, πάτερ” εἶπε “τὰ μαντεύματα,” καὶ ἅμα πρὸς τὸν ἄγγελον
15.2
εἶπε “μὴ καλή;” “Οὐκ ἄλλην τοιαύτην” ἔφη “μετὰ τὴν Ἄρτεμιν εἶδον.” Πρὸς τοῦτο ἐγὼ πηδῶ καὶ βοῶ “Λευκίππην λέγεις.” “Καὶ μάλα” ἔφη· “καλεῖσθαι γὰρ τοῦτο ἔλεγεν αὐτή, καὶ πατρίδα Βυζάντιον
15.3
καὶ πατέρα Σώστρατον ἔχειν.” Ὁ μὲν δὴ Κλεινίας ἀνεκρότησε παιανίσας, ὁ δὲ Σώστρατος ὑπὸ χαρᾶς κατέπεσεν, ἐγὼ δὲ ἐξάλλομαι μετὰ τῶν δεσμῶν εἰς ἀέρα, καὶ ἐπὶ τὸ ἱερὸν ὡς ἀπὸ μηχανῆς βληθεὶς ἐπετόμην· οἱ δὲ φυλάσσοντες ἐδίωκον, νομίζοντες ἀποδιδράσκειν, καὶ ἐβόων τοῖς ἐντυγχάνουσι λαβέσθαι.
15.4
Ἀλλ’ εἶχον οἱ πόδες μου τότε πτερά. Μόλις οὖν τινες μαινομένου μου πρὸς τὸν δρόμον λαμβάνονται, καὶ οἱ φύλακες ἅμα παρῆσαν καὶ ἐπεχείρουν με τύπτειν· ἐγὼ δὲ ἤδη θαρρῶν ἠμυνόμην, οἱ δὲ εἷλκόν με εἰς τὸ δεσμωτήριον.
16.1
Κἀν τούτῳ παρῆν ὁ Κλεινίας καὶ ὁ Σώστρατος. Καὶ ὁ μὲν Κλεινίας ἐβόα “ποῖ ἄγετε τὸν ἄνθρωπον; οὐκ ἔστι φονεὺς ἐφ’ ᾗ καταδεδίκασται.” Καὶ ὁ Σώστρατος ἐν μέρει ταῦτα ἔλεγε καὶ ὡς εἴη αὐτὸς τῆς ἀνῃρῆσθαι δοκούσης πατήρ· οἱ δὲ παρόντες μαθόντες τὸ πᾶν εὐφήμουν τε τὴν Ἄρτεμιν καὶ περιίσταντό με καὶ ἄγειν εἰς τὸ δεσμωτήριον οὐκ ἐπέτρεπον.
16.2
Οἱ δὲ φύλακες οὐκ εἶναι κύριοι τοῦ μεθεῖναι καταδικασθέντα πρὸς θάνατον ἄνθρωπον ἔλεγον, ἕως ὁ ἱερεύς, τοῦ Σωστράτου δεηθέντος, ἐνεγυήσατο αὐτὸν ἔχειν καὶ παράξειν εἰς τὸν δῆμον, ὅταν δέῃ. Οὕτω μὲν δὴ τῶν δεσμῶν ἀπολύομαι καὶ ἐπὶ τὸ ἱερὸν ταχὺ μάλα ἠπειγόμην, καὶ ὁ Σώστρατος κατὰ πόδας, οὐκ οἶδα εἰ τὰ ὅμοια ἐμοὶ χαίρων.