Kitap 7
3.8
Ὁ μὲν οὖν τὸ ἀνόσιον ἔργον τοῦτο δρᾷ· ἐγὼ δὲ ὁ ἄθλιος οὔτε ἰδὼν αὐτὸν οὔτε ἔργου τινὸς κοινωνήσας ἢ λόγου συναπηγόμην αὐτῷ δεδεμένος, ὡς τοῦ ἔργου κοινωνός. Τὸ δὲ χαλεπώτερον, μικρὸν τοῦ πανδοκείου προελθόντες, τοὺς ἑκατὸν χρυσοῦς λαβόντες παρ’ αὐτοῦ τὸν μὲν ἀφῆκαν φυγεῖν, ἐμὲ δὲ ἄγουσι πρὸς τὸν στρατηγόν.”
4.1
Ὡς δ’ ἤκουσά μου τὸν μῦθον τῶν κακῶν, οὔτε ἀνῴμωξα οὔτε ἔκλαυσα· οὔτε γὰρ φωνὴν εἶχον οὔτε δάκρυα· ἀλλὰ τρόμος μὲν εὐθὺς περιεχύθη μου τῷ σώματι καὶ ἡ καρδία μου ἐλέλυτο, ὀλίγον δέ τί μοι τῆς ψυχῆς ὑπολέλειπτο.
4.2
Μικρὸν δὲ νήψας ἐκ τῆς μέθης τοῦ λόγου “τίνα τρόπον τὴν κόρην” ἔφην “ἀπέκτεινεν ὁ μισθωτός, καὶ τί πεποίηκε τὸ σῶμα;” Ὁ δὲ ὡς ἅπαξ ἐνέβαλέ μοι τὸν μύωπα καὶ ἔργον εἰργάσατο οὕτω κατ’ ἐμοῦ, δι’ ὃ παρῆν, ἐσιώπα καὶ ἔλεγεν οὐδέν.
4.3
Πάλιν δέ μου πυθομένου “δοκεῖσ” ἔφη “κἀμὲ κεκοινωνηκέναι τοῦ φόνου; Τοῦτο ἤκουσα μόνον τοῦ πεφονευκότος, ὡς κτείνας εἴη τὴν κόρην· ποῦ δὲ καὶ τίνα τρόπον, οὐκ εἶπεν.” Ἐπῆλθε δέ μοι τότε δάκρυα καὶ τοῖς ὀφθαλμοῖς τὴν λύπην ἀπεδίδουν.
4.4
Ὥσπερ γὰρ ἐν ταῖς τοῦ σώματος πληγαῖς οὐκ εὐθὺς ἡ σμῶδιξ ὑπανίσταται, ἀλλὰ παραχρῆμα μὲν οὐκ ἔχει τὸ ἄνθος ἡ πληγή, μετὰ μικρὸν δὲ ἀνέθορε, καὶ ὀδόντι συός τις παταχθεὶς εὐθὺς μὲν ζητεῖ τὸ τραῦμα καὶ οὐκ οἶδεν εὑρεῖν, τὸ δὲ ἔτι δέδυκε καὶ κέκρυπται κατειργασμένον σχολῇ τῆς πληγῆς τὴν τομήν, μετὰ ταῦτα δὲ ἐξαίφνης λευκή τις ἀνέτειλε γραμμή, πρόδρομος τοῦ αἵματος, σχολὴν δ᾽ ὀλίγην λαβὸν ἔρχεται καὶ ἀθρόον ἐπιρρεῖ,
4.5
οὕτω καὶ ψυχὴ παταχθεῖσα τῷ τῆς λύπης βέλει, λόγου τοξεύσαντος τέτρωται μὲν ἤδη καὶ ἔχει τὴν τομήν, ἀλλὰ τὸ τάχος τοῦ βλήματος οὐκ ἀνέῳξεν οὔπω τὸ τραῦμα, τὰ δὲ δάκρυα ἐδίωξε τῶν ὀφθαλμῶν μακράν· δάκρυον γὰρ αἷμα τραύματος ψυχῆς· ὅταν δὲ ὁ τῆς λύπης ὀδοὺς κατὰ μικρὸν τὴν καρδίαν ἐκφάγῃ, κατέρρηκται μὲν τῆς ψυχῆς τὸ τραῦμα, ἀνέῳκται δὲ τοῖς ὀφθαλμοῖς ἡ τῶν δακρύων θύρα, τὰ δὲ μετὰ μικρὸν τῆς ἀνοίξεως ἐξεπήδησεν.
4.6
Οὕτω κἀμὲ τὰ μὲν πρῶτα τῆς ἀκροάσεως τῇ ψυχῇ προσπεσόντα καθάπερ τοξεύματα κατεσίγασε καὶ τῶν δακρύων ἀπέφραξε τὴν πηγήν, μετὰ ταῦτα δὲ ἔρρει, σχολασάσης τῆς ψυχῆς τοῖς κακοῖς.