Kitap 8
9.11
δῆμος, βουλή, πρόεδρος, στρατηγός. Οἴκοι κολάζει καὶ δικάζει καὶ δεθῆναι κελεύει, καὶ ὁ τῆς δίκης καιρὸς ἑσπέρα ἐστί. Καλός γε καὶ ὁ νυκτερινὸς δικαστής. Καὶ νῦν πολλάκις βοᾷ “κατάδικον ἔλυσας θανάτῳ παραδοθέντα.” Ποίῳ θανάτω; ποῖον κατάδικον;
9.12
Εἰπέ μοι τοῦ θανάτου τὴν αἰτίαν. “Ἐπὶ φόνῳ κατέγνωσται” φησί. Πεφόνευκεν οὖν; Εἰπέ μοι, τίς ἐστιν, ἣν ἀπέκτεινε; Ἣν γὰρ ἔλεγες ἀνῃρῆσθαι, ζῶσαν βλέπεις, καὶ οὐκ ἂν ἔτι τολμήσειας τὸν αὐτὸν αἰτιᾶσθαι φόνου. Οὐ γὰρ δὴ τοῦτο τῆς κόρης ἐστὶν εἴδωλον· οὐκ ἀνέπεμψεν ὁ Ἀιδωνεὺς κατὰ σοῦ τὴν ἀνῃρημένην.
9.13
Δυσὶ μὲν οὖν φόνοις ἔνοχος εἶ. Τὴν μὲν γὰρ ἀπέκτεινας τῷ λόγῳ, τὸν δὲ τοῖς ἔργοις ἠθέλησας, μᾶλλον δὲ καὶ ταύτην ἔμελλες· τὸ γὰρ δρᾶμά σου τὸ ἐπὶ τῶν ἀγρῶν ἠκούσαμεν. Ἡ δὲ Ἄρτεμις ἡ μεγάλη θεὸς ἀμφοτέρους ἔσωσε, τὴν μὲν ἐκ τῶν τοῦ Σωσθένους χειρῶν ἐξαρπάσασα, τὸν δὲ τῶν σῶν.
9.14
Καὶ τὸν μὲν Σωσθένην ἐξήρπασας, ἵνα μὴ κατάφωρος γένῃ· οὐκ αἰσχύνῃ δὲ ὅτι κατηγορῶν τοὺς ξένους ἄμφω συκοφαντῶν ἐλήλεγξαι; Τὰ μὲν ἐμὰ ἐπὶ τοσοῦτον εἰρήσθω πρὸς τὰς τούτου βλασφημίας, τὸν δὲ ὑπὲρ τῶν ξένων λόγον αὐτοῖς τούτοις παραδίδωμι.”
10.1
Μέλλοντος δὲ ὑπὲρ ἐμοῦ καὶ τῆς Μελίτης ἀνδρὸς οὐκ ἀδόξου μὲν ῥήτορος, ὄντος δὲ τῆς βουλῆς, λέγειν, φθάσας ῥήτωρ ἕτερος, ὄνομα Σώπατρος, Θερσάνδρου συνήγορος, “ἀλλ’ ἐμὸσ” εἶπεν “ἐντεῦθεν ὁ λόγος κατὰ τούτων τῶν μοιχῶν, ὦ βέλτιστε Νικόστρατε ʽτοῦτο γὰρ ἦν ὄνομα τὠμῷ ῥήτορἰ, εἶτα σός· ὁ γὰρ Θέρσανδρος ἃ εἶπε, πρὸς τὸν ἱερέα μόνον ἀπετείνατο, ὀλίγον ἁψάμενος ὅσον ἐπιψαῦσαι καὶ τοῦ κατὰ τὸν δεσμώτην μέρους.
10.2
Ὅταν οὖν ἀποδείξω δυσὶ θανάτοις ἔνοχον ὄντα, τότε ἂν εἴη καὶ σοὶ καιρὸς ἀπολύσασθαι τὰς αἰτίας.” Ταῦτα εἰπὼν καὶ τερατευσάμενος καὶ τρίψας τὸ πρόσωπον “τῆς μὲν τοῦ ἱερέως κωμῳδίασ” ἔφη “ἠκούσαμεν, πάντα ἀσελγῶς καὶ ἀναισχύντως ὑποκριναμένου τὰ εἰς τὸν Θέρσανδρον προσκρούσματα.”