Kitap 8
10.3
Καὶ τοῦ λόγου τὸ προοίμιον μέμψεις εἰς Θέρσανδρον ἐφ̓ οἷς εἰς αὐτὸν εἶπεν. Ἀλλὰ Θέρσανδρος μὲν οὐδὲν ὧν εἶπεν εἰς τοῦτον ἐψεύσατο· καὶ γὰρ δεσμώτην ἔλυσε καὶ πόρνην ὑπεδέξατο καὶ συνέγνω μοιχῷ· ἃ δὲ αὐτὸς μᾶλλον ἀναιδῶς ἐσυκοφάντησε διασύρων τὸν Θερσάνδρου βίον, οὐδεμιᾶς ἀπήλλακται συκοφαντίας.
10.4
Ἱερεῖ δὲ ἔπρεπεν, εἴπερ ἄλλο, καὶ τοῦτο, καθαρὰν ἔχειν τὴν γλῶτταν ὕβρεως ʽχρήσομαι γὰρ τοῖς αὐτοῦ πρὸς αὐτόν·̓ ἃ δὲ μετὰ τὴν κωμῳδίαν ἐτραγῴδησεν ἤδη οὕτω φανερῶς καὶ οὐκέτι δι’ αἰνιγμάτων, σχετλιάζων εἰ μοιχόν τινα λαβόντες ἐδήσαμεν, ὑπερτεθαύμακα τί τοσοῦτον ἴσχυσε πρίασθαι πρὸς τὴν τοσαύτην σπουδήν.
10.5
Ὑπονοεῖν γὰρ τἀληθὲς ἔστιν. Εἶδε γὰρ τῶν ἀκολάστων τούτων τὰ πρόσωπα, τοῦ τε μοιχοῦ καὶ τῆς ἑταίρας. Ὡραία μὲν γὰρ αὕτη καὶ νέα, ὡραῖον δὲ καὶ τοῦτο τὸ μειράκιον καὶ οὐδέπω τὴν ὄψιν ἀργαλέον, ἀλλ’ ἔτι χρήσιμον πρὸς τὰς τοῦ ἱερέως ἡδονάς.
10.6
Ὁποτέρα σε τούτων ἐωνήσατο; κοινῇ γὰρ πάντες ἐκαθεύδετε καὶ ἐμεθύετε κοινῇ, καὶ τῆς νυκτὸς ὑμῶν οὐδεὶς γέγονε θεατής. Φοβοῦμαι μὴ τὸ τῆς Ἀρτέμιδος ἱερὸν Ἀφροδίτης πεποιήκατε, καὶ περὶ ἱερωσύνης κρινοῦμεν, εἰ δεῖ σε τὴν τιμὴν ταύτην ἔχειν.
10.7
Τὸν δὲ Θερσάνδρου βίον ἴσασι πάντες καὶ ἐκ πρώτης ἡλικίας μετὰ σωφροσύνης κόσμιον, καὶ ὡς εἰς ἄνδρας ἐλθὼν ἔγημε κατὰ τοὺς νόμους, σφαλεὶς μὲν εἰς τὴν περὶ τῆς γυναικὸς κρίσιν ʽοὐ γὰρ εὗρεν ἣν ἤλπισἐ, τῷ δὲ ταύτης γένει καὶ τῇ οὐσίᾳ πεπιστευκώς.
10.8
Εἰκὸς γὰρ αὐτὴν καὶ πρὸς ἄλλους τινὰς ἡμαρτηκέναι τὸν πρόσθεν χρόνον, λανθάνειν δὲ ἐπ’ ἐκείνοις χρηστὸν ἄνδρα. Τὸ δὲ τελευταῖον τοῦ δράματος πᾶσαν ἀπεκάλυψε τὴν αἰδῶ,
10.9
πεπλήρωται δὲ ἀναισχυντίας. Τοῦ γὰρ ἀνδρὸς στειλαμένου τινὰ μακρὰν ἀποδημίαν, καιρὸν τοῦτον νενόμικεν εὔκαιρον μοιχείας, καὶ νεανίσκον εὑροῦσα πόρνον ʽτοῦτο γὰρ τὸ μεῖζον ἀτύχημα, ὅτι τοιοῦτον εὗρε τὸν ἐρώμενον, ὃς πρὸς μὲν γυναῖκας ἄνδρας ἀπομιμεῖται, γυνὴ δὲ γίνεται πρὸς ἄνδρασ̓ οὕτως μετὰ ἀδείας οὐκ ἤρκεσεν ἐπὶ τῆς ξένης αὐτῷ συνοῦσα φανερῶς, ἀλλὰ καὶ ἐνταῦθα ἤγαγε διὰ τοσούτου πελάγους συγκαθεύδουσα κἀν τῷ σκάφει φανερῶς ἀσελγαίνουσα πάντων ὁρώντων.