Thesauros Edebiyat novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 8

12.9 Ἡ δὲ κρίσις· ἐγγράψασα τὸν ὅρκον γραμματείῳ μηρίνθῳ δεδεμένον περιεθήκατο τῇ δέρῃ· κἂν μὲν ἀψευδῇ τὸν ὅρκον, μένει κατὰ χώραν ἡ πηγή· ἂν δὲ ψεύδηται, τὸ ὕδωρ ὀργᾷ καὶ ἀναβαίνει μέχρι τῆς δέρης καὶ τὸ γραμματεῖον ἐκάλυψε.
13.1 Ταῦτα εἰπόντες, καὶ τοῦ καιροῦ προελθόντος εἰσἑσπέραν, ἀπῄειμεν κοιμησόμενοι, χωρὶς ἕκαστος. Τῇ δὲ ὑστεραίᾳ ὁ δῆμος μὲν ἅπας παρῆν, ἡγεῖτο δὲ Θέρσανδρος φαιδρῷ τῷ προσώπῳ καὶ εἰς ἡμᾶς ἅμα βλέπων σὺν γέλωτι, ἐστόλιστο δὲ ἡ Λευκίππη τῇ ἱερᾷ στολῇ. Ποδήρης ὁ χιτών, ὀθόνης ὁ χιτών, ζώνη κατὰ μέσον τὸν χιτῶνα, ταινία περὶ τὴν κεφαλὴν φοινικοβαφής, ἀσάνδαλος ὁ ποῦς.
13.2 Καὶ ἡ μὲν εἰσῆλθε πάνυ κοσμίως· ἐγὼ δὲ ὡς εἶδον, εἱστήκειν τρέμων καὶ ταῦτα πρὸς ἐμαυτὸν ἔλεγον “ὅτι μὲν παρθένος ἡ Λευκίππη πεπίστευκα, ἀλλὰ τὸν Πᾶνα, ὦ φιλτάτη,
13.3 φοβοῦμαι. Θεός ἐστι φιλοπάρθενος, καὶ δέδοικα μὴ δευτέρα καὶ σὺ σύριγξ γένῃ. Ἀλλ’ ἐκείνη μὲν ἔφυγε διώκοντα αὐτὸν ἐν πεδίῳ καὶ ἐδιώκετο ἐν πλάτει· σὲ δὲ καὶ εἴσω θυρῶν ἀπεκλείσαμεν ὡς ἐν πολιορκίᾳ,
13.4 ἵνα, ἂν διώκῃ, μὴ δύνῃ φυγεῖν. Ἀλλ̓, ὦ δέσποτα Πάν, εὐγνωμονήσειας καὶ μὴ παραβαίης τὸν νόμον τοῦ τόπου· ἡμεῖς γὰρ αὐτὸν τετηρήκαμεν. Ἐξίτω πάλιν ἡμῖν ἡ Λευκίππη παρθένος· ταύτας πρὸς τὴν Ἄρτεμιν συνθήκας ἔχεις· μὴ ψεύσῃ τὴν παρθένον.”
14.1 Ταῦτά μου πρὸς ἐμαυτὸν λαλοῦντος μέλος ἐξηκούετο μουσικόν, καὶ ἐλέγετο μηδεπώποτε λιγυρώτερον οὕτως ἀκουσθῆναι, καὶ εὐθὺς ἀνεῳγμένας εἴδομεν τὰς θύρας.
14.2 Ὡς δὲ ἐξέθορεν ἡ Λευκίππη, πᾶς μὲν ὁ δῆμος ἐξεβόησεν ὑφ’ ἡδονῆς καὶ τὸν Θέρσανδρον ἐλοιδόρουν, ἐγὼ δὲ ὅστις ἐγεγόνειν οὐκ ἂν εἴποιμι λόγῳ. Μίαν μὲν δὴ ταύτην νίκην καλλίστην νενικηκότες ἀπῄειμεν, ἐπὶ δὲ τὴν δευτέραν κρίσιν ἐχωροῦμεν, τὴν Στύγα.
14.3 Καὶ ὁ δῆμος οὕτω μετεσκευάζετο καὶ πρὸς ταύτην τὴν θέαν· καὶ πάντα συνεπεραίνετο κἀκεῖ. Ἡ Μελίτη τὸ γραμματεῖον περιέκειτο· ἡ πηγὴ διαυγὴς καὶ ὀλίγη· ἡ δὲ ἐνέβη εἰς αὐτὴν καὶ ἔστη φαιδρῷ τῷ προσώπῳ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi