Thesauros Edebiyat novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Kitap 8

18.5 Τοῦτο γάρ ἐστιν ἡμῖν τὸ συγκείμενον. Ἐγὼ δέ, ἢν τὴν ἔφεσιν ἀγωνισώμεθα, διέγνωκα πρῶτον μὲν εἰς τὸ Βυζάντιον διαπλεῦσαι, μετὰ ταῦτα δὲ εἰς τὴν Τύρον.” Καὶ ταῦτα διαμυθολογήσαντες ἐκοιμήθημεν τὸν
19.1 αὐτὸν τρόπον· τῇ δὲ ὑστεραίᾳ παραγενόμενος ὁ Κλεινίας ἔφη Θέρσανδρον διὰ τῆς νυκτὸς ἀποδεδρακέναι· τὴν γαρ ἔφεσιν οὐχ ὡς ἀγωνιούμενον πεποιῆσθαι, βουλόμενον δὲ μετὰ προφάσεως ἐπισχεθῆναι τὸν ἔλεγχον ὧν ἐτόλμησε.
19.2 Μείναντες οὖν τῶν ἑξῆς τριῶν ἡμερῶν, ὅσων ἦν ἡ προθεσμία, προσελθόντες τῷ προέδρῳ καὶ τοὺς νόμους ἀναγνόντες, καθ’ οὓς οὐδεὶς ἔτι τῷ Θερσάνδρῳ λόγος πρὸς ἡμᾶς ἦν, νεὼς ἐπιβάντες καὶ οὐρίῳ χρησάμενοι πνεύματι κατήραμεν εἰς τὸ Βυζάντιον, κἀκεῖ τοὺς πολυεύκτους ἐπιτελέσαντες γάμους ἀπεδημήσαμεν εἰς τὴν Τύρον.
19.3 Δύο δὲ ὕστερον ἡμερῶν τοῦ Καλλισθένους ἐλθόντες εὕρομεν τὸν πατέρα μέλλοντα θύειν τοὺς γάμους τῆς ἀδελφῆς εἰς τὴν ὑστεραίαν. Παρῆμεν οὖν ὡς καὶ συνθύσοντες αὐτῷ καὶ εὐξόμενοι τοῖς θεοῖς τούς τε ἐμοὺς καὶ τοὺς ἐκείνου γάμους σὺν ἀγαθαῖς φυλαχθῆναι τύχαις. Καὶ διεγνώκαμεν ἐν τῇ Τύρῳ παραχειμάσαντες διελθεῖν εἰς τὸ Βυζάντιον.
← Önceki 20 / 20

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi