Kitap 8
7.5
Μέλλουσα οὖν πρὸς ὕπνον ἀναχωρεῖν, ἀσπαζομένη τὸν πατέρα ἠρέμα πρὸς αὐτὸν “θάρρει πάτερ” ἔφη “περὶ ἐμοῦ καὶ πίστευε τοῖς εἰρημένοις. Μὰ τὴν γὰρ Ἄρτεμιν, οὐδέτερος ἡμῶν οὐδὲν ἐψεύσατο.”
7.6
Τῇ δὲ ὑστεραίᾳ περὶ τὴν θεωρίαν ἦσαν ὅ τε Σώστρατος καὶ ὁ ἱερεύς, καὶ ηὐτρεπισμέναι ἦσαν αἱ θυσίαι, παρῆν δὲ καὶ ἡ βουλὴ μεθέξουσα τῶν ἱερείων· εὐφημίαι δὲ ἦσαν εἰς τὴν θεὸν πολλαί, καὶ ὁ Θέρσανδρος ʽἔτυχε γὰρ καὶ αὐτὸς παρὼν’ προσελθὼν τῷ προέδρῳ “πρόγραψον εἰς αὔριον” ἔφη “τὰς περὶ ἡμῶν δίκας, ἐπεὶ καὶ τὸν καταγνωσθέντα σοι χθὲς ἤδη τινὲς ἔλυσαν, καὶ ὁ Σωσθένης ἐστὶν οὐδαμοῦ.” Προγέγραπτο μὲν οὖν εἰς τὴν ὑστεραίαν ἡ δίκη, παρεσκευαζόμεθα δὲ ἡμεῖς μάλα εὐπρεπῶς ἔχοντες.
8.1
Ἡκούσης δὲ τῆς κυρίας ὁ Θέρσανδρος εἶπεν ὧδε “Οὐκ οἶδα τίνος ἄρξωμαι λόγου καὶ πόθεν, οὐδὲ τίνων κατηγορήσω πρῶτον καὶ τίνων δεύτερον. Τά τε γὰρ τετολμημένα πολλὰ ὑπὸ πολλῶν καὶ οὐδὲν οὐδενὸς τῷ μεγέθει δεύτερον· πάντα δὲ ἀλλήλων γυμνὰ καὶ μεθ’ ὧν οὐδ’ ἂν ἅψωμαι κατηγορῶν.
8.2
Τὰ γὰρ τῆς ψυχῆς κρατούσης φοβοῦμαι μὴ ἀτελής μοι ὁ λόγος γένηται, τῆς τῶν ἄλλων μνήμης τὴν γλῶτταν ἐφ’ ἕκαστον ἑλκούσης. Ἡ γὰρ εἰς τὸ μήπω λεχθὲν ἔπειξις τοῦ λόγου τὸ ὁλόκληρον τῶν ἤδη λεχθέντων παραιρεῖται.
8.3
Ὅταν μὲν γὰρ φονεύωσι τοὺς ἀλλοτρίους οἰκέτας οἱ μοιχοί, μοιχεύωσι δὲ τὰς ἀλλοτρίας γυναῖκας οἱ φονεῖς, λύωσι δ’ ἡμῖν τὰς θεωρίας οἱ πορνοβοσκοί, τὰ δὲ σεμνότατα τῶν ἱερῶν μιαίνωσιν αἱ πόρναι, τὰς ἡμέρας δὲ λογιζόμενος, ἢ ταῖς δούλαις καὶ τοῖς δεσπόταις, τί δράσειέ τις ἔτι, ἀνομίας ὁμοῦ καὶ μοιχείας καὶ ἀσεβείας καὶ μιαιφονίας κεκερασμένης;
8.4
Κατεγνώκατέ τινος θάνατον ἐφ’ αἷς δή ποτ’ οὖν αἰτίαις ʽοὐδὲν γὰρ διαφέρεἰ καὶ δεδεμένον εἰς τὸ δεσμωτήριον ἀπεστείλατε φυλαχθησόμενον τῇ καταδίκῃ· οὗτος δὲ παρέστηκεν ὑμῖν, ἀντὶ τῶν δεσμῶν λευκὴν ἠμφιεσμένος στολήν, καὶ ἐν τῇ τάξει τῶν ἐλευθέρων ἕστηκεν ὁ δεσμώτης. Τάχα δὲ καὶ τολμήσει φωνὴν ἀφεῖναι καὶ ἐπιρρητορεῦσαί τι κατ’ ἐμοῦ, μᾶλλον δὲ καθ’ ὑμῶν καὶ τῆς ὑμετέρας ψήφου.