Thesauros Edebiyat novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Kitap 1

1.14 Ἡ δὲ παρθένος οὐδὲν εἰδυῖα τούτων ἔρριπτο ἐπὶ τῆς κοίτης ἐγκεκαλυμμένη, κλάουσα καὶ σιωπῶσα. Προσελθοῦσα δὲ ἡ τροφὸς τῇ κλίνῃ “τέκνον,” εἶπεν, “ἐξανίστασο, πάρεστι γὰρ ἡ εὐκταιοτάτη πασῶν ἡμῖν ἡμέρα· ἡ πόλις σε νυμφαγωγεῖ.” Τῆς δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ· οὐ γὰρ ᾔδει, τίνι γαμεῖται. Ἄφωνος εὐθὺς ἦν καὶ σκότος αὐτῆς τῶν ὀφθαλμῶν κατεχύθη καὶ ὀλίγου δεῖν ἐξέπνευσεν· ἐδόκει δὲ τοῦτο τοῖς ὁρῶσιν αἰδώς.
1.15 Ἐπεὶ δὲ ταχέως ἐκόσμησαν αὐτὴν αἱ θεραπαινίδες, τὸ πλῆθος ἐπὶ τῶν θυρῶν ἀπέλιπον· οἱ δὲ γονεῖς τὸν νυμφίον εἰσήγαγον πρὸς τὴν παρθένον. Ὁ μὲν οὖν Χαιρέας προσδραμὼν αὐτὴν κατεφίλει, Καλλιρρόη δὲ γνωρίσασα τὸν ἐρώμενον, ὥσπερ τι λύχνου φῶς ἤδη σβεννύμενον ἐπιχυθέντος ἐλαίου πάλιν ἀνέλαμψε καὶ μείζων ἐγένετο καὶ κρείττων.
1.16 Ἐπεὶ δὲ προῆλθεν εἰς τὸ δημόσιον, θάμβος ὅλον τὸ πλῆθος κατέλαβεν, ὥσπερ Ἀρτέμιδος ἐν ἐρημίᾳ κυνηγέταις ἐπιστάσης· πολλοὶ δὲ τῶν παρόντων καὶ προσεκύνησαν. Πάντες δὲ Καλλιρρόην μὲν ἐθαύμαζον, Χαιρέαν δὲ ἐμακάριζον. Τοιοῦτον ὑμνοῦσι ποιηταὶ τὸν Θέτιδος γάμον ἐν Πηλίῳ γεγονέναι. Πλὴν καὶ ἐνταῦθά τις εὑρέθη βάσκανος δαίμων, ὥσπερ ἐκεῖ φασὶ τὴν Ἔριν.
2.1 Οἱ γὰρ μνηστῆρες ἀποτυχόντες τοῦ γάμου λύπην ἐλάμβανον μετ’ ὀργῆς. Τέως οὖν μαχόμενοι πρὸς ἀλλήλους ὡμονόησαν τότε, διὰ δὲ τὴν ὁμόνοιαν, ὑβρίσθαι δοκοῦντες, συνῆλθον εἰς βουλευτήριον κοινόν· ἐστρατολόγει δὲ αὐτοὺς ἐπὶ τὸν κατὰ Χαιρέου πόλεμον ὁ φθόνος.
2.2 Καὶ πρῶτος ἀναστὰς νεανίας τις Ἰταλιώτης, υἱὸς τοῦ Ῥηγίνων τυράννσυ, τοιαῦτα ἔλεγεν “Εἰ μέν τις ἐξ ἡμῶν ἔγημεν, οὐκ ἂν ὠργίσθην, ὥσπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ἕνα δεῖ νικῆσαι τῶν ἀγωνισαμένων· ἐπεὶ δὲ παρευδοκίμησεν ἡμᾶς ὁ μηδὲν ὑπὲρ τοῦ γάμου πονήσας, οὐ φέρω τὴν ὕβριν.
2.3 Ἡμεῖς δὲ παρετάθημεν αὐλείοις θύραις προσαγρυπνοῦντες, καὶ κολακεύοντες τίτθας καὶ θεραπαινίδας καὶ δῶρα πέμποντες τροφοῖς πόσον χρόνον δεδουλεύκαμεν καί, τὸ πάντων χαλεπώτατον, ὡς ἀντεραστὰς ἀλλήλους ἐμισήσαμεν· ὁ δὲ πόρνος καὶ πένης καὶ μηδενὸς κρείττων βασιλέων ἀγωνισαμένων αὐτὸς ἀκονιτὶ τὸν στέφανον ἤρατο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi