Thesauros Edebiyat novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Kitap 1

4.4 Δὸς οὖν μοι σχολάζοντα σεαυτὸν καὶ ἀκούσῃ μεγάλα πράγματα ὅλῳ τῷ βίῳ σου διαφέροντα.” Τοιούτοις ῥήμασιν ὁ μιαρὸς ἐκεῖνος ἄνθρωπος τοῦ μειρακίου τὴν ψυχὴν ἀνακουφίσας καὶ μεστὸν ποιήσας ἐλπίδος καὶ φόβου καὶ πολυπραγμοσύνης, δεομένου λέγειν ὤκνει καὶ προυφασίζετο μὴ εἶναι τὸν καιρὸν ἐπιτήδειον τὸν παρόντα, δεῖν δὲ ἀναβολῆς καὶ σχολῆς μακροτέρας.
4.5 Ἐνέκειτο μᾶλλον ὁ Χαιρέας, ἤδη τι προσδοκῶν βαρύτερον· ὁ δ’ ἐμβαλὼν αὐτῷ τὴν δεξιὰν ἀπῆγεν εἴς τι χωρίον ἠρεμαῖον, εἶτα συναγαγὼν τὰς ὀφρῦς καὶ ὅμοιος γενόμενος λυπουμένῳ, μικρὸν δέ τι καὶ δακρύσας “ἀηδῶς μὲν” εἶπεν “ὦ Χαιρέα, σκυθρωπόν σοι πρᾶγμα μηνύω καὶ πάλαι βουλόμενος εἰπεῖν ὤκνουν· ἐπεὶ δὲ ἤδη φανερῶς ὑβρίζῃ καὶ θρυλεῖται πανταχοῦ τὸ δεινόν, οὐχ ὑπομένω σιωπᾶν· φύσει τε γὰρ μισοπόνηρός εἰμι καὶ σοὶ μάλιστα εὔνους.
4.6 Γίνωσκε τοίνυν μοιχευομένην σου τὴν γυναῖκα, καὶ ἵνα τούτῳ πιστεύσῃς, ἕτοιμος ἐπ̓ αὐτοφώρῳ τὸν μοιχὸν δεικνύειν.” Ὣς φάτο· τὸν δ’ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα, ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν χεύατο κὰκ κεφαλῆς, χάριεν δ’ ᾔσχυνε πρόσωπον.
4.7 Ἐπὶ πολὺ μὲν οὖν ἀχανὴς ἔκειτο, μήτε τὸ στόμα μήτε τοὺς ὀφθαλμοὺς ἐπᾶραι δυνάμενος· ἐπεὶ δὲ φωνὴν οὐχ ὁμοίαν μὲν ὀλίγην δὲ συνελέξατο, “δυστυχῆ μὲν” εἶπεν “αἰτῶ παρὰ σοῦ χάριν αὐτόπτης γενέσθαι τῶν ἐμῶν κακῶν· ὅμως δὲ δεῖξον, ὅπως εὐλογώτερον ἐμαυτὸν ἀνέλω· Καλλιρρόης γὰρ καὶ ἀδικούσης φείσομαι.”
4.8 “Προσποίησαι” φησὶν “ὡς εἰς ἀγρὸν ἀπιέναι, βαθείας δὲ ἑσπέρας παραφύλαττε τὴν οἰκίαν· ὄψει γὰρ εἰσιόντα τὸν μοιχόν.” Συνέθεντο ταῦτα, καὶ ὁ μὲν Χαιρέας πέμψας ʽοὐ γὰρ αὐτὸς ὑπέμεινεν οὐδὲ εἰσελθεῖν’ “ἄπειμι” φησὶν “εἰς ἀγρόν·” ὁ δὲ κακοήθης ἐκεῖνος καὶ διάβολος συνέταττε τὴν σκηνήν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi