Thesauros Edebiyat novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Kitap 2

4.9 τε καὶ συγγραφεῖς.” Ἡδέως ἀνέπειθεν αὑτὸν ὁ Διονύσιος ἀποσεμνύνειν τὴν γυναῖκα καὶ σεβασμιωτέραν ἀποφαίνειν ἢ κατ’ ἀνθρώπων ὁμιλίαν. Λεωνᾶς δὲ χαρίσασθαι τῷ δεσπότῃ βουλόμενος εἶπε “τίς μὲν ἐστί, δέσποτα, μὴ πολυπραγμονῶμεν· ἄξω δὲ αὐτήν, εἰ θέλεις, πρὸς σέ, καὶ μὴ ἔχε λύπην. Ἀποτυγχάνεις
4.10 ἐν ἔρωτος ἐξουσίᾳ;” “Οὐκ ἂν ποιήσαιμι” φησὶν ὁ Διονύσιος, “πρὶν μαθεῖν τίς ἡ γυνὴ καὶ πόθεν. Ἕωθεν οὖν πυθώμεθα παρ’ αὐτῆς τὴν ἀλήθειαν. Μεταπέμψομαι δ’ αὐτὴν οὐκ ἐνθάδε, μὴ καί τινος βιαιοτέρου λάβωμεν ὑποψίαν, ἀλλ’ ὅπου πρῶτον αὐτὴν ἐθεασάμην, ἐπὶ τῆς Ἀφροδίτης γενέσθωσαν ἡμῖν οἱ λόγοι.”
5.1 Ταῦτα ἔδοξε, καὶ τῇ ὑστεραίᾳ ὁ μὲν Διονύσιος παραλαβὼν φίλους τε καὶ ἀπελευθέρους καὶ τῶν οἰκετῶν τοὺς πιστοτάτους, ἵνα ἔχῃ καὶ μάρτυρας, ἧκεν εἰς τὸ τέμενος, οὐκ ἀμελῶς σχηματίσας ἑαυτόν, ἀλλὰ κοσμήσας ἠρέμα τὸ σῶμα, ὡς ἂν ἐρωμένῃ μέλλων ὁμιλεῖν.
5.2 Ἦν δὲ καὶ φύσει καλός τε καὶ μέγας καὶ μάλιστα πάντων σεμνὸς ὀφθῆναι. Λεωνᾶς δὲ παραλαβὼν τὴν Πλαγγόνα καὶ μετ’ αὐτῆς τὰς συνήθεις τῇ Καλλιρρόῃ θεραπαινίδας ἧκε πρὸς αὐτὴν καὶ λέγει “Διονύσιος ἀνὴρ δικαιότατός ἐστι καὶ νομιμώτατος.
5.3 Ἧκε τοίνυν εἰς τὸ ἱερόν, ὦ γύναι, καὶ πρὸς αὐτὸν εἰπὲ τὴν ἀλήθειαν, τίς οὖσα τυγχάνεις· οὐ γὰρ ἀτυχήσεις οὐδεμιᾶς δικαίας βοηθείας. Ἀλλὰ μόνον ἁπλῶς αὐτῷ διαλέγου, καὶ μηδὲν ἀποκρύψῃς τῶν ἀληθῶν· τοῦτο γὰρ αὐτοῦ ἐκκαλέσεται μᾶλλον τὴν εἴς σε φιλανθρωπίαν.” Ἄκουσα μὲν οὖν ἐβάδιζεν ἡ Καλλιρρόη, θαρροῦσα δ᾽ ὅμως διὰ τὸ ἐν ἱερῷ γενήσεσθαι τὴν ὁμιλίαν αὐτοῖς.
5.4 Ἐπεὶ δὲ ἧκεν, ἔτι μᾶλλον αὐτὴν ἐθαύμασαν ἅπαντες. Καταπλαγεὶς οὖν ὁ Διονύσιος ἄφωνος ἦν. Οὔσης δὲ ἐπὶ τὸ πλεῖστον σιωπῆς ὀψέ ποτε καὶ μόλις ἐφθέγξατο “τὰ μὲν ἐμὰ δῆλά σοι, γύναι, πάντα. Διονύσιός εἰμι, Μιλησίων πρῶτος, σχεδὸν δὲ καὶ τῆς ὅλης Ἰωνίας, ἐπ’ εὐσεβείᾳ καὶ φιλανθρωπίᾳ διαβόητος.
5.5 Δίκαιόν ἐστι καὶ σὲ περὶ σεαυτῆς εἰπεῖν ἡμῖν τὴν ἀλήθειαν· οἱ μὲν γὰρ πωλήσαντές· σε Συβαρῖτιν ἔφασαν κατὰ ζηλοτυπίαν ἐκεῖθεν πραθεῖσαν ὑπὸ δεσποίνης.” Ἠρυθρίασεν ἡ Καλλιρρόη καὶ κάτω κύψασα ἠρέμα εἶπεν “ἐγὼ νῦν πρῶτον πέπραμαι· Σύβαριν δὲ οὐκ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi