Kitap 4
7.6
Ἐνδοξοτέραν αὐτὴν ἐποίει καὶ τὸ τῆς δίκης διήγημα. Πόλεις ἀπήντων ὅλαι καὶ τὰς ὁδοὺς ἐστενοχώρουν οἱ συντρέχοντες ἐπὶ τὴν θέαν· ἐδόκει δὲ τοῖς πᾶσι τῆς φήμης ἡ γυνἥ??ʼρείττων. Μακαριζόμενος δὲ Διονύσιος ἐλυπεῖτο, καὶ δειλότερον αὐτὸν ἐποίει τῆς εὐτυχίας τὸ μέγεθος· οἷα γὰρ πεπαιδευμένος ἐνεθυμεῖτο ὅτι φιλόκαινός ἐστιν ὁ Ἔρως· διὰ τοῦτο καὶ τόξα καὶ πῦρ ποιηταί τε καὶ πλάσται περιτεθείκασιν αὐτῷ,
7.7
τὰ κουφότατα καὶ στῆναι μὴ θέλοντα. Μνήμη δὲ ἐλάμβανεν αὐτὸν παλαιῶν διηγημάτων, ὅσαι μεταβολαὶ γεγόνασι τῶν καλῶν γυναικῶν. Πάντα οὖν Διονύσιον ἐφόβει, πάντας ἔβλεπεν ὡς ἀντεραστάς, οὐ τὸν ἀντίδικον μόνον, ἀλλ’ αὐτὸν τὸν δικαστήν, ὥστε καὶ μετενόει προπετέστερον Φαρνάκῃ ταῦτα μηνύσας, ἐξὸν καθεύδειν τήν τ’ ἐρωμένην ἔχειν· οὐ γὰρ ὅμοιον ἐν Μιλήτῳ φυλάττειν Καλλιρρόην καὶ ἐπὶ τῆς Ἀσίας ὅλης.
7.8
Διεφύλαττε δ’ ὅμως τὸ ἀπόρρητον μέχρι τέλους, καὶ τὴν αἰτίαν οὐχ ὡμολόγει πρὸς τὴν γυναῖκα, ἀλλ’ ἡ πρόφασις ἦν ὅτι βασιλεὺς αὐτὸν μεταπέμπεται, βουλεύσασθαι θέλων περὶ τῶν ἐν Ἰωνίᾳ πραγμάτων. Ἐλυπεῖτο δὲ Καλλιρρόη, μακρὰν στελλομένη θαλάσσης Ἑλληνικῆς· ἕως γὰρ τοὺς Μιλησίων λιμένας ἑώρα; Συρακουσῶν ἐδόκει ἐγγὺς τυγχάνειν· μέγα δὲ εἶχε παραμύθιον καὶ τὸν Χαιρέου τάφον ἐκεῖ.