Thesauros Edebiyat novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Kitap 4

1.7 Προηγγέλλετο μὲν γὰρ ἡμέρα ῥητή, συνῆλθε δὲ εἰς ἐκείνην οὐ μόνον τὸ Μιλησίων πλῆθος ἀλλὰ καὶ τῆς Ἰωνίας σχεδὸν ὅλης. Παρῆσαν δὲ καὶ δύο σατράπαι κατὰ καιρὸν ἐπιδημοῦντες, Μιθριδάτης ὁ ἐν Καρίᾳ καὶ Φαρνάκης δὲ ὁ Λυδίας.
1.8 Ἡ μὲν οὖν πρόφασις ἦν τιμῆσαι Διονύσιον, ἡ δὲ ἀλήθεια Καλλιρρόην ἰδεῖν. Ἦν δὲ καὶ κλέος μέγα τῆς γυναικὸς ἐπὶ τῆς Ἀσίας πάσης καὶ ἀνέβαινεν ἤδη μέχρι τοῦ μεγάλου βασιλέως ὄνομα Καλλιρρόης, οἷον οὐδὲ Ἀριάδνης οὐδὲ Λήδας. Τότε δὲ καὶ τῆς δόξης εὑρέθη κρείττων· προῆλθε γὰρ μελανείμων, λελυμένη τὰς τρίχας· ἀστράπτουσα δὲ τῷ προσώπῳ καὶ παραγυμνοῦσα τοὺς βραχίονας ὑπὲρ τὴν Λευκώλενον καὶ Καλλίσφυρον ἐφαίνετο τὰς Ὁμήρου.
1.9 Οὐδεὶς μὲν οὖν οὐδὲ τῶν ἄλλων τὴν μαρμαρυγὴν ὑπήνεγκε τοῦ κάλλους, ἀλλ’ οἱ μὲν ἀπεστράφησαν, ὡς ἀκτῖνος ἡλιακῆς ἐμπεσούσης, οἱ δὲ καὶ προσεκύνησαν. Ἔπαθόν τι καὶ παῖδες. Μιθριδάτης δέ, ὁ Καρίας ἔπαρχος, ἀχανὴς κατέπεσεν, ὥσπερ τις ἐξ ἀπροσδοκήτου σφενδόνῃ βληθείς, καὶ μόλις αὐτὸν οἱ θεραπευτῆρες ὑποβαστάζοντες ἔφερον.
1.10 Ἐπόμπευε δ᾽ εἴδωλον Χαιρέου πρὸς τὴν ἐν τῷ δακτυλίῳ σφραγῖδα διατυπωθέν· καλλίστην δὲ οὖσαν τὴν εἰκόνα προσέβλεψεν οὐδεὶς Καλλιρρόης παρούσης, ἀλλ’ ἐκείνη μόνη τοὺς ἁπάντων ἐδημαγώγησεν ὀφθαλμούς.
1.11 Πῶς ἄν τις διηγήσαιτο κατ’ ἀξίαν τὰ τελευταῖα τῆς πομπῆς; Ἐπεὶ γὰρ ἐγένοντο τοῦ τάφου πλησίον, οἱ μὲν κομίζοντες τὴν κλίνην ἔθηκαν, ἀναβᾶσα δὲ ἐπ’ αὐτὴν ἡ Καλλιρρόη Χαιρέᾳ περιεχύθη καὶ καταφιλοῦσα τὴν εἰκόνα “σὺ μὲν ἔθαψας ἐμὲ πρῶτος ἐν Συρακούσαις,
1.12 ἐγὼ δὲ ἐν Μιλήτῳ πάλιν σέ. Μὴ γὰρ μεγάλα μόνον, ἀλλὰ καὶ παράδοξα δυστυχοῦμεν· ἀλλήλους ἐθάψαμεν. Οὐκ ἔχει δὲ ἡμῶν οὐδέτερος οὐδὲ τὸν νεκρόν. Τύχη βάσκανε, καὶ ἀποθανοῦσιν ἡμῖν ἐφθόνησας κοινὴν γῆν ἐπιθέσθαι καὶ φυγάδας ἡμῶν ἐποίησας καὶ τοὺς νεκρούς.” Θρῆνον ἐξέρρηξε τὸ πλῆθος καὶ πάντες οὐχ ὅτι τέθνηκε Χαιρέαν ἠλέουν, ἀλλ’ ὅτι τοιαύτης γυναικὸς ἀφῄρητο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi