Thesauros Edebiyat novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Kitap 4

4.6 Ἐπιστολὴν γράψον αὐτῇ· λυπηθήτω, χαρήτω, ζητησάτω, καλεσάτω· τῆς δὲ τῶν γραμμάτων διαπομπῆς ἐγὼ προνοήσομαι. Βάδιζε καὶ γράφε.” Πείθεται Χαιρέας καὶ μόνος ἐπ’ ἐρημίας γενόμενος ἤθελε γράφειν, ἀλλ’ οὐκ ἐδύνατο, δακρύων ἐπιρρεόντων καὶ τῆς χειρὸς αὐτοῦ τρεμούσης. Ἀποκλαύσας δὲ τὰς ἑαυτοῦ συμφορὰς μόλις ἤρξατο τοιαύτης ἐπιστολῆς·
4.6 ΚΑΛΛΙΡΡΟΗι ΧΑΙΡΕΑΣ
4.7 Ζῶ, καὶ ζῶ διὰ Μιθριδάτην, τὸν ἐμὸν εὐεργέτην, ἐλπίζω δὲ καὶ σόν· ἐπράθην γὰρ εἰς Καρίαν ὑπὸ βαρβάρων, οἵτινες ἐνέπρησαν τριήρη τὴν καλήν, τὴν στρατηγικήν, τὴν τοῦ σοῦ πατρός· ἐξέπεμψε δὲ ἐπ’ αὐτῆς ἡ πόλις πρεσβείαν ὑπὲρ σοῦ. Τοὺς μὲν οὖν ἄλλους πολίτας οὐκ οἶδ’ ὅ τι γεγόνασιν, ἐμὲ δὲ καὶ Πολύχαρμον τὸν φίλον ἤδη μέλλοντας φονεύεσθαι σέσωκεν ἔλεος δεσπότου.
4.8 Πάντα δὲ Μιθριδάτης εὐεργετήσας τοῦτό με λελύπηκεν ἀντὶ πάντων, ὅτι μοι τὸν σὸν γάμον διηγήσατο· θάνατον μὲν γὰρ ἄνθρωπος ὢν προσεδόκων, τὸν δὲ σὸν γάμον οὐκ ἤλπισα. Ἀλλ’ ἱκετεύω, μετανόησον. Κατασπένδω τούτων μου τῶν γραμμάτων δάκρυα καὶ φιλήματα.
4.9 Ἐγὼ Χαιρέας εἰμὶ ὁ σὸς ἐκεῖνος, ὃν εἶδες παρθένος εἰς Ἀφροδίτην βαδίζουσα, δι᾽ ὃν ἠγρύπνησας. Μνήσθητι τοῦ θαλάμου καὶ τῆς νυκτὸς τῆς μυστικῆς, ἐν ᾗ πρῶτον σὺ μὲν ἀνδρός, ἐγὼ δὲ γυναικὸς κεῖραν ἐλάβομεν. Ἀλλ’ ἐζηλοτύπησα. Τοῦτο ἴδιόν ἐστι φιλοῦντος. Δέδωκά σοι δίκας.
4.10 Ἐπράθην, ἐδούλευσα, ἐδέθην. Μή μοι μνησικακήσῃς τοῦ λακτίσματος τοῦ προπετοῦς· κἀγὼ γὰρ ἐπὶ σταυρὸν ἀνέβην διὰ σέ, σοὶ μηδὲν ἐγκαλῶν. Εἰ μὲν οὖν ἔτι μνημονεύσειας, οὐδὲν ἔπαθον· εἰ δὲ ἄλλο τι φρονεῖς, θανάτου μοι δώσεις ἀπόφασιν.
5.1 Ταύτην τὴν ἐπιστολὴν ἔδωκεν Ὑγίνῳ τῷ πιστοτάτῳ, ὃν καὶ διοικητὴν εἶχεν ἐν Καρίᾳ τῆς ὅλης οὐσίας, παραγυμνώσας αὐτῷ καὶ τὸν ἴδιον ἔρωτα. Ἔγραψε δὲ καὶ αὐτὸς πρὸς Καλλιρρόην, εὔνοιαν ἐπιδεικνύμενος αὐτῇ καὶ κηδεμονίαν, ὅτι δι’ ἐκείνην Χαιρέαν ἔσωσε, καὶ συμβουλεύων μὴ ὑβρίσαι τὸν πρῶτον ἄνδρα, ὑπισχνούμενος αὐτὸς στρατηγήσειν ὅπως ἀλλήλους ἀπολάβωσιν, ἂν καὶ τὴν ἐκείνης προσλάβῃ ψῆφον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi