Thesauros Edebiyat novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Kitap 5

7.2 Συνίημι δὲ ὅτι βαρεῖ με πρὸς ὑποψίαν τὸ κάλλος τῆς γυναικός· οὐδενὶ γὰρ ἄπιστον φαίνεται θελῆσαί τινα Καλλιρρόην διαφθεῖραι. Ἐγὼ δὲ καὶ τὸν ἄλλον βίον ἔζησα σωφρόνως καὶ πρώτην ταύτην ἔσχηκα διαβολήν· εἰ δέ γε καὶ ἀκόλαστος καὶ ἀσελγὴς ἐτύγχανον, ἐποίησεν ἄν με βελτίω τὸ παρὰ σοῦ τοσαύτας πόλεις πεπιστεῦσθαι.
7.3 Τίς οὕτως ἐστὶν ἀνόητος, ἵνα ἕληται τὰ τηλικαῦτα ἀγαθὰ μιᾶς ἡδονῆς ἕνεκεν ἀπολέσαι καὶ ταύτης αἰσχρᾶς; εἰ δὲ ἄρα τι καὶ συνῄδειν ἐμαυτῷ πονηρόν, ἐδυνάμην καὶ παραγράψασθαι τὴν δίκην· Διονύσιος γὰρ οὐχ ὑπὲρ γυναικὸς ἐγκαλεῖ κατὰ νόμους αὐτῷ γαμηθείσης, ἀλλὰ πωλουμένην ἠγόρασεν αὐτήν· ὁ δὲ τῆς μοιχείας νόμος οὐκ ἔστιν ἐπὶ δούλων.
7.4 Ἀναγνώτω σοι πρῶτον τὸ γραμματεῖον τῆς ἀπελευθερώσεως, εἶτα τότε γάμον εἰπάτω. Γυναῖκα τολμᾷς ὀνομάζειν, ἣν ἀπέδοτό σοι ταλάντου Θήρων ὁ λῃστής, κἀκεῖνος ἁρπάσας ἐκ τάφου; ʽἈλλἂ φὴς ʽἐλευθέραν οὖσαν ἐπριάμην.ʼ Οὐκοῦν ἀνδραποδιστὴς εἶ σὺ καὶ οὐκ ἀνήρ. Πλὴν ὡς ἀνδρὶ νῦν ἀπολογήσομαι.
7.5 Γάμον νόμιζε τὴν πρᾶσιν καὶ προῖκα τὴν τιμήν· Μιλησία σήμερον ἡ Συρακουσία δοξάτω. Μάθε, δέσποτα, ὅτι Διονύσιον οὔτε ὡς ἄνδρα οὔτε ὡς κύριον ἠδίκηκα. Πρῶτον μὲν γὰρ οὐ γενομένην, ἀλλ’ ὡς μέλλουσαν μοιχείαν ἐγκαλεῖ, καὶ πρᾶξιν οὐκ ἔχων εἰπεῖν· ἀναγινώσκει γραμματεῖα κενά.
7.6 Τὰς δὲ τιμωρίας οἱ νόμοι τῶν ἔργων λαμβάνουσι. Προφέρεις ἐπιστολήν. Ἐδυνάμην εἰπεῖν ʽοὐ γέγραφα· χεῖρα ἐμὴν οὐκ ἔχεις· Καλλιρρόην Χαιρέας ζητεῖ· κρῖνε τοίνυν μοιχείας ἐκεῖνον.ʼ ʽΝαἲ φής· ʽἀλλὰ Χαιρέας μὲν τ̔??ʼθνηκε, σὺ δ’ ὀνόματι τοῦ νεκροῦ τὴν γυναῖκά μου διέφθειρας.ʼ Προκαλῇ με,
7.7 Διονύσιε, πρόκλησιν οὐδαμῶς σοι συμφέρουσαν. Μαρτύρομαι· φίλος εἰμί σου καὶ ξένος. Ἀπόστηθι τῆς κατηγορίας· συμφέρει σοι. Βασιλέως δεήθητι παραπέμψαι τὴν δίκην. Παλινῳδίαν εἰπὲ ʽΜιθριδάτης οὐδὲν ἀδικεῖ· μάτην ἐμεμψάμην αὐτόν.ʼ Ἂν δὲ ἐπιμείνῃς, μετανοήσεις· κατὰ σαυτοῦ τὴν ψῆφον οἴσεις. Προλέγω σοι, Καλλιρρόην ἀπολεῖς. Οὐκ ἐμὲ βασιλεὺς ἀλλὰ δὲ μοιχὸν εὑρήσει.”

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi