Thesauros Edebiyat novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Kitap 6

1.1 Ἐπεὶ δὲ ἔμελλε βασιλεὺς τῇ ὑστεραίᾳ δικάζειν πότερον Χαιρέου γυναῖκα Καλλιρρόην εἶναι δεῖ ἢ Διονυσίου, μετέωρος ἦν πᾶσα Βαβυλών, καὶ ἐν οἰκίαις τε πρὸς ἀλλήλους καὶ ἐν τοῖς στενωποῖς οἱ ἀπαντῶντες ἔλεγον “αὔριον τῆς Καλλιρρόης οἱ γάμοι.
1.2 Τίς εὐτυχέστερος ἄρα;” Διέσχιστο δὲ ἡ πόλις, καὶ οἱ μὲν Χαιρέᾳ σπεύδοντες ἔλεγον “πρῶτος ἦν ἀνήρ, παρθένον ἔγημεν, ἐρῶσαν ἐρῶν· πατὴρ ἐξέδωκεν αὐτῷ, πατρὶς ἔθαψε· τοὺς γάμους οὐκ ἀπέλιπεν, ἀπελείφθη· Διονύσιος δὲ ἠγόρασεν, οὐκ ἔγημεν· λῃσταὶ ἐπώλησαν· οὐκ ἐξὸν δὲ τὴν ἐλευθέραν
1.3 ἀγοράσαι.” Οἱ δὲ Διονυσίῳ σπεύδοντες ἀντέλεγον πάλιν “ἐξήγαγε πειρατῶν παρ’ οὐδὲν μέλλουσαν φονεύεσθαι· τάλαντον ἔδωκεν ὑπὲρ τῆς σωτηρίας αὐτῆς· πρῶτον ἔσωσεν, εἶτα ἔγημε· Χαιρέας δὲ γήμας ἀπέκτεινε· μνημονεύειν ὀφείλει Καλλιρρόη τοῦ γάμου· χρηστὸν δὲ Διονυσίῳ πρόσεστιν εἰς τὸ
1.4 νικᾶν ὅτι καὶ τέκνον ἔχουσι κοινόν.” Ταῦτα μὲν οὖν οἱ ἄνδρες· αἱ δὲ γυναῖκες οὐκ ἐρρητόρευον μόνον, ἀλλὰ καὶ συνεβούλευον ὡς παρούσῃ “Καλλιρρόη, μὴ προῇς τὸν παρθένιον· ἑλοῦ τὸν πρῶτον φιλήσαντα, τὸν πολίτην, ἵνα καὶ τὸν πατέρα ἴδῃς· εἰ δὲ μή, ζήσεις
1.5 ἐπὶ ξένης ὡς φυγάς·” αἱ δ’ ἕτεραι “τὸν εὐεργέτην ἑλοῦ, τὸν σώσαντα, μὴ τὸν ἀποκτείναντα· τί δὲ ἂν πάλιν ὀργισθῇ Χαιρέας; Πάλιν τάφος. Μὴ προδῷς τὸν υἱόν· τίμησον τὸν πατέρα τοῦ τέκνου.” Τοιαῦτα διαλαλούντων ἦν ἀκούειν, ὥστε εἶπεν ἄν τις ὅλην Βαβυλῶνα εἶναι δικαστήριον.
1.6 Νὺξ ἐκείνη τελευταία πρὸ τῆς δίκης ἐφειστήκει· κατέκειντο δὲ οἱ βασιλεῖς οὐχ ὁμοίους λαμβάνοντες λογισμούς, ἀλλὰ ἡ μὲν βασιλὶς ηὔχετο ἡμέραν γενέσθαι τάχιον, ἵνα ἀπόθηται τὴν παρακαταθήκην ὡς φορτίον· ἐβάρει γὰρ αὐτὴν τὸ κάλλος γυναικὸς ἀντισυγκρινόμενον ἐγγύς· ὑπώπτευε δὲ καὶ βασιλέως τὰς πυκνὰς εἰσόδους καὶ τὰς ἀκαίρους φιλοφροσύνας.
1.7 Πρότερον μὲν γὰρ σπανίως εἰς τὴν γυναικωνῖτιν εἰσῄει· ἀφ’ οὗ δὲ Καλλιρρόην εἶχεν ἔνδον, συνεχῶς ἐφοίτα. Παρεφύλαττε δὲ αὐτὸν καὶ ἐν ταῖς ὁμιλίαις ἡσυχῆ Καλλιρρόην ὑποβλέποντα, καὶ τοὺς ὀφθαλμοὺς κλέπτοντας μὲν τὴν θέαν, αὐτομάτως δὲ ἐκεῖ φερομένους.
1 / 14 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi