Kitap 8
1.1
Ὡς μὲν οὖν Χαιρέας ὑποπτεύσας Καλλιρρόην Διονυσίῳ παραδεδόσθαι, θέλων ἀμύνασθαι βασιλέα πρὸς τὸν Αἰγύπτιον ἀπέστη καὶ ναύαρχος ἀποδειχθεὶς ἐκράτησε τῆς θαλάσσης, νικήσας δὲ κατέσχεν Ἄραδον, ἔνθα βασιλεὺς καὶ τὴν γυναῖκα τὴν ἑαυτοῦ καὶ πᾶσαν τὴν θεραπείαν ἀπέθετο καὶ Καλλιρρόην,
1.2
ἐν τῷ πρόσθεν λόγῳ δεδήλωται. Ἔμελλε δὲ ἔργον ἡ τύχη πράττειν οὐ μόνον παράδοξον, ἀλλὰ καὶ σκυθρωπόν, ἵνα ἔχων Καλλιρρόην Χαιρέας ἀγνοήσῃ καὶ τὰς ἀλλοτρίας γυναῖκας ἀναλαβὼν ταῖς τριήρεσιν ἀπαγάγῃ, μόνην δὲ τὴν ἰδίαν ἐκεῖ καταλίπῃ οὐχ ὡς Ἀριάδνην καθεύδουσαν, οὐδὲ Διονύσῳ νυμφίῳ, λάφυρον δὲ τοῖς ἑαυτοῦ πολεμίοις.
1.3
Ἀλλ’ ἔδοξε τοῦτο δεινὸν Ἀφροδίτῃ· ἤδη γὰρ αὐτῷ διηλλάττετο, πρότερον ὀργισθεῖσα χαλεπῶς διὰ τὴν ἄκαιρον ζηλοτυπίαν, ὅτι δῶρον παρ’ αὐτῆς λαβὼν τὸ κάλλιστον, οἷον οὐδὲ Ἀλέξανδρος ὁ Πάρις, ὕβρισεν εἰς τὴν χάριν. Ἐπεὶ δὲ καλῶς ἀπελογήσατο τῷ Ἔρωτι Χαιρέας ἀπὸ δύσεως εἰς ἀνατολὰς διὰ μυρίων παθῶν πλανηθείς, ἠλέησεν αὐτὸν Ἀφροδίτη καί, ὅπερ ἐξ ἀρχῆς δύο τῶν καλλίστων ἥρμοσε ζεῦγος, γυμνάσασα διὰ γῆς καὶ θαλάσσης, πάλιν ἠθέλησεν ἀλλήλοις ἀποδοῦναι.
1.4
Νομίζω δὲ καὶ τὸ τελευταῖον τοῦτο σύγγραμμα τοῖς ἀναγινώσκουσιν ἥδιστον γενήσεσθαι· καθάρσιον γάρ ἐστι τῶν ἐν τοῖς πρώτοις σκυθρωπῶν. Οὐκέτι λῃστεία καὶ δουλεία καὶ δίκη καὶ μάχη καὶ ἀποκαρτέρησις καὶ πόλεμος καὶ ἅλωσις, ἀλλ’ ἔρωτες δίκαιοι ἐν τούτῳ καὶ νόμιμοι γάμοι.
1.5
Πῶς οὖν ἡ θεὸς ἐφώτισε τὴν ἀλήθειαν καὶ τοὺς ἀγνοουμένους ἔδειξεν ἀλλήλοις λέξω. Ἑσπέρα μὲν ἦν, ἔτι δὲ πολλὰ τῶν αἰχμαλώτων κατελέλειπτο. Κεκμηκὼς οὖν ὁ Χαιρέας ἀνίσταται,
1.6
ἵνα διατάξηται τὰ πρὸς τὸν πλοῦν. Παριόντι δὲ αὐτῷ τὴν ἀγορὰν ὁ Αἰγύπτιος ἔλεξεν “ἐνταῦθά ἐστιν ἡ γυνή, ὦ δέσποτα, ἡ μὴ βουλομένη προσελθεῖν, ἀλλ̓ ἀποκαρτεροῦσα· τάχα δὲ σὺ πείσεις αὐτὴν ἀναστῆναι· τί γάρ σε δεῖ καταλείπειν τὸ κάλλιστον τῶν λαφύρων;” συνεπελάβετο καὶ Πολύχαρμος τοῦ λόγου, βουλόμενος ἐμβαλεῖν αὐτόν, εἴ πως δύναιτο, εἰς ἔρωτα καινὸν καὶ Καλλιρρόης παραμύθιον. “Εἰσέλθωμεν”